# Poemata 328

Michael Psellus, Poemata, 328. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/328
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/328

βούλεται ταύτην μαθεῖν ὅπου οὖτος ποιμαίνει, Καὶ οὔτως, Ἑζήτησα αὐτὸν, καὶ οὐχ εὖρον αὐτόν Ἐν γὰρ τοῖς κτιστοῖς ὁ ἄκτιστος οὐχ εὑρίσκεται, Ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Ὄντα λεγούσης τὸν ὑπὲρ ὅντα, καὶ οὐσίαν τὸν ὑπερούσιον, καὶ ζωῆν τὸν ὑπέρζωον, καὶ πάντων ποιητὴν, οὐχ, ὑπακούει καλούμενος ἂ μὴ κατ´ οὐσίαν ἐστι Καὶ αὐτὴ μὲν τὸν ἀγαπητόν μου, ὡς ὅφην, οὐκ ἠδυνήθην εὑρεῖν· οἱ δὲ ἄγιοι ἄγγελοι εὕροσάν με, οἱ φύλακες οἱ κυκλοῦντες τὴν πόλιν· εὕροσάν με δὲ τὴν δι´ ἄγνοιαν ἀπολωλυῖάν ποτε μαθήτριαν αὐτῶν, φωτίζοντες περὶ τὴν θεωρίαν τῶν ὅντων ἀσχολουμένην, οἱ πᾶσαν τῆν κτίσιν οἷά τινα πόλιν κατὰ τὴν γνῶσιν τῶν ταύτην λόγων περικυκλοῦντες. Ὅροι γάρ εἰσι τῶν ὅντων οἰ τούτων λόγοι, καθ´ οὓς καὶ γεγόνασιν ὡς τὰς φύσεις αὐτῶν περιγράφοντες. Ὅθεν οἱ τούτους γινώσκοντες ἄγγελοι, ὡς ἐν ὅροις τὴν κτίσιν περιπολοῦσιν. Οτω δὲ οὖτοι ἐντυχόντες μοι, Ἐπάταξάν με, ἐτραυμάτισάν με, ἧραν τὸ θέριστρόν μου ἀπ´ ἐμοῦ ἤγουν Ἐταπείνωσαν διδάξαντές μι τὸ μήπω ὡς δεῖ κατειληφέναι Θεόν. Ἐλέγξαντες δὲ ἕπληξάν μου τὸ συνειδὸς, ὡς οἰομένης κατειληφέναι τὸ ἄκτιστον, ἐν τῷ τοῖς ὀνόμασι τῶν κτιστῶν καταφάσκειν αὐτόν. Ἑν δὲ τῷ διδάξαι με ὑπὲρ πασῶν γνῶσιν εἶναι τὸ Θεῖον, ἀφείλοντο ἀπ´ ἐμοῦ τὸ δίκην θερίστρου συγκομίζοντος στάχυας, τὴν γνῶσιν τῶν ὄντων συλλέγυν λογιστικόν μου, παύσαντες τοῦτο τοῦ μὴ ἀκατάληπτον θείαν φύσιν ἄγειν ὑπὸ κατάληψιν. Ταῦτα δὲ εἰργάσαντο ἐν ἐμοὶ φύλανες τῶν τειχέων, ἤτοι τηρηταὶ ἀπαράβατοι τῶν θείων θελημάτων, ἂ δίκην τειχῶν τὰς τῶν ὅντων φύσεις φυλάττουσιν· Ὡς γεγόνασι ταῦτα αὐτὰ διηγησαμένη ἡ νύμφη ταῖς νεάνισι, πάλιν αὐτὰς ὁρκίζει λέγουσα· Τῶν γ Πατέρων. γιύτας χρῦν γὸς ποὸς τελελειότητα ἀναβάσεις μου ἑξκγῆσαμένη, Ὥρκισα ὁμᾶς, θυγατέρες Ἰερουσαλὴν ἐν ταῖς δυνάμεσι, καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ ἐὰν εὔοητε τὸν ἀδελφιδοῦν μου, τί ἀπαγγείλητε αὐτῷ; Ὅτι τετρωμένη ἀγάπης εἰμί. Ὥγουν, Δίκην ὅρκου τῷ κατ´ ἐμὲ παραδείγματι ἐβεβαίωσα καὶ ἐστήριξα ὑμᾶς, μαθήτριαί μου, τὰς ἐν τῇ ἀπαθείᾳ τὴν εἰρήνην ὁρώσας, ἐὰν ἐν ταῖς θεωρητικαῖς δυνάμεσι καὶ ταῖς πρακτικαῖς ἱσχύασι, ταῖς ἐν τῷ παρόντι κόσμῳ τὴν γνῶσιν καὶ τὴν ἀρετὴν ἐνεργεῖν δυναμέναις· εὕρητε ὡς ἀλήθειαν καὶ ἀγαθόν μου, τί ὁπόσγησθε αὐτῷ; Τὸ μηκέτι πάντως τὸν μεμολυσμένον χιτῶνα τῆς ἁμαρτίας λνδόσασυαι, ἢ ἔλως ἴχνος μολυσμοῦ δέξασθαι Οτω δ´ ὑμᾶς Ὥρκισα, ὅτι τέτρωμαι τῇ ἀγάπῃ τῆ πρὸς ὁμᾶς, καὶ ἐρῶ τῆς σωτηρίας ὁμῶν. Ἐντεῦθεν Τνίκηι Ραίνωνη.

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
