# Poemata 335

Michael Psellus, Poemata, 335. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/335
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/335

Ἀκουσον τι φησι Δαβὶδ τῶν προφητῶν ἀκρότης. Τῶν λειτουργούντων τότε γὰρ ταγμάτων τῷ Σωτῆρι Πρὸς τὴν ἀνάληψιν αὐτοῦ μεγάλ᾽´ ἱκετευόντων· Ὥρατε πύλας, ἄρατε, ταγμάτων ἀρχηγέται, Ὡς εἰσελεύσεται Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης. Αἱ μὴ γινώσκοντες, φησὶ, τὰ τῆς οἰκονομίας, Ἀντικεκράγασιν αὐτοῖς ὧσπερ ἐπαποροῦντες· Τίς ἐστιν οὖτος λέχοντες, ὁ Βασιλεὺς τῆς δόξης; Ἀλλ´ οὕτω μὴν εἰρήκασιν οἱ φύλακες τῇ νύμφῃ, Ἡ δ´ ἀπεκρίθη πρὸς αὐτοὺς λέγουσα τοὺς ἀγγέλους· Ἀδελφιδός μου κατέβη εἶς πῆσον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, τοῦ ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα. Ἐκεῖνος κατελήλυθε, φησὶν, ἀῥῥητοτρόπως, ε ἐπὶ πόκον ὑετὸς, ὡς ἐπὶ χλόην δρόσος, Ἐν τῇ γαστρὶ τῆς καθαρᾶς καὶ παναμώμου κόρης, Καὶ εἰς φιάλην καθαρὰν τῶν θείων ἀρωμάτων, Ἐξ ἦς ἀσπόρως προελθών μόνος αὐτὸς ὡς οἶδεν, Εἰς τὰς ψυχὰς τῶν καθαρῶν ἀνθρώπων μετεῤῤύη, Ταύτας γὰρ ἵσθι, δέσποτα, φιάλας ἀρωμάτων, Ἀσπερ καί κῆπον γίνωσκε τοῦτον τὸν κόσμον, ἄναξ Ἐν ᾧ κατῆλθεν ὁ Χριστὸς, καὶ τοὺς πεπισκευκότας Ἐποίμανεν ὡς ἀληθῶς τοῖς σεβασμίοις λόγοις. Κρίνα γὰρ ταῦτα λέγεται τὰ λόγια τὰ θεῖα. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοί. Ἀλλ´ Ἕνα τι, φησίν, ὁμᾶς σαφέστερον διδάξω, Εκεῖνος ὅμοιος ἐμοὶ τυγχάνει κατὰ πάντα· Ἐπλφσε γάρ με πρότερον ἐκείνου κατ´ εἰκόνα, Καὶ πάλιν ἀνεκαίνισε δεινῶς με συντριβεῖσαν, λς τὴν ἐμὴν ἀνειληφὼς μορφήν ἐκ τῆς παρθένου Ταῦτα μὲν οὖν λελάληκεν ἡ νύμφη τοῖς ἀγγέλοις. Τῶν γʹ Πατέρων. Αὐτὸς ὁ νυμφίος τὴν ὥραν τῶν κατορθωμάτων ταῖς τοιαύταις ψυχαῖς ἐπικρίνων, ἢ γουν, τῶν νεανίδων, οἱονεί φησι πρὸς αὐτήν· Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία. Δηλονότι, Ἀγαθὴ ὑπάρχεις, ἡ ἐγγύς μου, κατὰ τὴν τῆς θείας σοφίας καὶ ἀγαθότητος μετοήήν· ὡς νῷ θελήματί μου· καθ´ ὃ ἐκ τοῦ μὴ ὅντος παρήχθης, μὴ κατὰ τι ἀντικειμένη, ἀλλ´ ὅλη πούτου ἐξηρητημένη, καὶ ἐν τῷ τηρεῖν τὸ κατ´ εἰκόνα πε καὶ τὸ καθ´ ὁμοίωσιν· ἐντεῦθεν δὲ καὶ, Ὡραία ς Ἰερουσαλήμ. Δηλαδὴ, Καλή, ὡς ἐν ἐαυτῇ σώζουσα τὸν ἐμὸν χαρακτῆρα, καὶ τὴν ἀπαθεστάτην ἕξιν ἀλώβητον, ἐμὲ τὴν εἰρήνην τοῦ Πατρὸς ὁρῶσα, ὅς σε τούτῳ κατήλλαξα. Ὅρασις γὰρ εἰρήνης, ἁς προείρητο, Ἰερουσαλὴμ ἑρμηνεύεται. Ὅθεν εἰ καὶ θάμβος, ὡς τεταγμέναι· ἥτοι, Ἔκπληξις ὅλη ἐπὶ τῆ θειωοίᾳ ἐκπληττομένη ἑμοῦ τοῦ κατ´ οὐσίαν ἀκαταλήπτου· ὡσπερ καὶ αἱ θεῖαί τε καὶ ἀγγελικαὶ τάξεις θάμβους πληρούμεναι τῷ φόβῳ τοῦ ἀπροσίτου μου κάλλους κατακαλύπτονται, Διόπερ Ἅπόστρεῳον ὀφθαλμούς σου ἀπίναντί μου, ὅταν αὐτοὶ ἀνεπτέρωσάν με· ἤγουν, Μὴ ζήτει κατ´ οὐσίαν ααταλαβεῖν με τὸν ὑπερούσιον, ὅτι ὅσον ἂν σπεύδῃς καταλαβιῖν με, τοσοῦτόν σου τοὺς νοεροὺς ἀφθαλμοὺς τῇ ἀκαταληψίᾳ Δπερίπταμαι. λλὰ στρέψον τούτους ἀπὸ τοῦ κατ´ οὐσίαν ἀθεωρήτου, εἰς τὸ φεωρητόν

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
