# Poemata 337

Michael Psellus, Poemata, 337. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/337
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/337

Ἀλλ´ ὁ πληρῶν τὸ θέλημα τῶν αὐτὸν ἀγμπωντων, Εὐθὺς ἐπέβαλεν αὐτῇ τοὺς ὁφθαλμοὺς τοὺς θείους. Ἰδών δὲ ταύτην ἀρεταῖς κατωκεκοσμημένην, ἤρξατο ταύτην ἐπαινεῖν· φησὶ γὰρ οὔτω τάδε· Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰχῶν, α ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ, Ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἱ ἀναβαίνουσαι ἀπὸ τοῦ λουτροῦ. Αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἁτενοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον χείλη σοι, ἡ λαλιά σου Δραία. Ὡς λέπυρον ῥοᾶς μῆλόν σου, ἐκτὸς τῆς σιωπήσεως σου. οὕτως μὲν οὖν ἐπῄνεσε τὴν νύμφην ὁ νυμφίος, Τυναικικῶς, ἐρωτικῶς καὶ νυμφοπρεπεστάτς Σὺ δ´ ἀλλὰ τούτους ξύμπαντας τῆς νύμφης τοὺς Τκαίνους, ὸς ἐρμηνεύθης ἄνωθεν, γίνωσκε, στεφηφόρε. Ταύτην τῆν ῥῆσιν γὰρ ἡμεῖς ἄνωθεν σόρηκότες, Ἐντεῦδεν ἡρμηνεύσαμεν, ὡς δυνατὸν ἧν ὁλως, Ἀλλ´ ἀκουσώμεθα λοιπὸν τοῦ τέλοτε τῶν Ἁσμέτων. Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μον· μία ἔστι τῆ μητρὶ αὐτῆς, ἐκλοκτή ἐστι τῇ τεκούσῃ αὐτήν. Εἴδοσαν πάσαι θυγατέρες, καὶ μακαριοῦσιν αὐτήν· βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν ὉΣολομών ὁ πάνσοφος, ὁ θαυμαστὸς προφήτης, Προφητικοῖς ἐν ὄμμασιν εἶδεν, ὡς ἐν κατόπτρῳ, Τοὺς τρόπους καὶ τὰς ἀρετὰς ψυχῶν τῶν σεσωαμένων, Μαλλον δ´ εἶπεῖν ὡς ἀληθῶς τὰς τάξεις καὶ τὰς λάστις Τρεῖς γάρ εἰσιν, ὡς πεπεισμαι, τάξεις τῶν σεσωμνων· Υότης, μισθαρνότης τε, καὶ μετ´´ αὐτὴν δουλότης,. Οὶ μὲν γὰρ ἀγαπήσαντες ἐξ ὅλης πῆς καρδίας Τὸν εὐεργέτην τοῦ παντὸς ἐξ ἀπαλῶν ἀνύχων,, Καὶ τῆς ἀγάπης ἕνεκα τούτου καὶ τῆς φιλίας, Τὸν κόσμον βδελυξάμενοι καὶ τὰ περὶ τὸν κόσμον, Προσκολληθέντες τῷ Χριστῷ τῷ Λόγῳ καὶ νυμφίῳ, Εἰς τάξιν ἔφθασαν υἱῶν τῇ χάριτι τῇ θείᾳ. Οἱ δὲ γλιχόμενοι τυχεῖν τῆς ἄνω βασιλείας, Καὶ ταύτης χάριν ἱσπευσαν Χριστῷ δεδουλευκότες, Εἰς τάξιν ἔφθασαν αὐτοὶ καὶ τόπον τῶν μσοίων Οἱ δέ γε πλημμελήσαντες, ὧσπερ ἐγὼ ὁ τάλας Καὶ πᾶσαν ἀκτελέσαντες ἄτοπον ἀμαρτίαν, Καὶ φοβηθέντες τὰς πικρας βασάνους καὶ κολάσε Καὶ τούτου χάριν φθάσαντες εἰς τόπον μετανοίας ς εἴδε τούτους φθάσαιμι κἄγωγε, Χριστέ ἡ λάγελ, Εἰς τάξιν ἐληλύθασιν δούλων, πλὴν σεσωσμένων. Ταύτας τὰς τάήεις κατιδὼν ὁ Σολομὼν ἱκεῖνος, Ποοκατιὸών δὲ μάλιστα τῷ Πνεύματι τῷ θείῳ Καὶ τὴν τοῦ Λόγου σάρκωσιν τοῦ καθαροῦ νυμφίου, Καὶ τὴν γεννήσασαν αὐτὸν ἀσπόρως Θεοτόκον, Τὴν ὅντως παναμώμητον, τὴν καθαρὰν αρίαν, Ὥντινα μακαρίζουσι φωναῖς ἀκαταπαύστοις Αὶ γενεαὶ τῶν γενεῶν ἀπάντων τῶν ἀνθρώπων, Ὅτι Σωτῆρα τέτοκε τῆς ὄλης οἰκουμένης· Ταύτην ἐξεῖπε τὴν ᾠδὴν προσώπῳ τοῦ νυμφίου.

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
