# Poemata 344

Michael Psellus, Poemata, 344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/344
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/344

μεθίστησιν. Ἐντεῦθεν δὲ καὶ ὀσμὴ ῥινός σου, Δς μῆλα· εἴτουν, Ἡ πληροῦσα νοητῆς εὐωδίας τοῦ παναγίου Πνεύματος χάρις, ἦν αὐτὴ μὲν εἰσέπνευ. σας ἀπὸ τοῦ νυμφίου ταύτης μεταλαβοῦσα, ἐμοὶ δὲ ταύτην ἐνέπνευσας μεταδοῦσά μοι αὐτῆς· οἷάπερ μῆλα τὴν ὥραν μὲν εὐπρεπῆ, εὐώδη δὲ τὴν ὁσμὴν, καὶ τὴν γεῦσιν ἡδέα· εὐπρεπὴς μὲν κατὰ τοὺς τρόπους τῶν ἀρετῶν, εὔπνους δὲ κατὰ τοὺς λόγους αὐτῶν, καὶ γλυκεῖα κατὰ τὴν πεῖραν μοι ἕσται Καὶ ὁ λάρυγξ σου, ὡς οἷνος ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς οόθότητας, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν· ἤτοι, Ὁ διδασκαλικὸς λόγος σου οἷάπερ οἶνος κάλλιστος, καρδίας εὐφραντικὸς ὑπάρξει μοι, προφερόμενος ἐν τῷ ἀγαπητῷ σου· οὗ μοι αὐτὴ πόθον ἐνέσταξας εἰς ἀπλανεῖς, κατὰ´ ἀρετὴν ὁδούς· ἐν τῷ ἔχεσθαι τούτου, ὡς ἀληθείας· καὶ μὴ συγχωρεῖν με, εἰς τὰ κατὰ´´ ἔλλειψιν τῇς ἀρετῆς πάθη, ἢ τὰ καθ´ ὑπερβολὴν πλησιάζειν· πρὸς δὲ καὶ ἀρκῶν ταῖς τε ὀρεκτικαῖς μου δυνάμεσι, δι´ ὧν οἶα χειλέων πᾶν ἀσπάζω μὲν τὸ κατὰ βούλησιν, καὶ ταῖς διανοητικαῖς· δι´ ὧν ὡς τινων ὀδόντων πρὸς βρῶσιν πνευματικὴν τὸ δυσχερὲς τῶν νοημάτων καταλεαίνω. Τῆς γοῦν πληθόος τῶν μαθητευομένων ἀπαιτησάσης τὴν διδάσκαλον ἐπιστρέψαι ἀπὸ τοῦ ὕψους τῆς μυστικῆς θεωρίας, καὶ συγκαταβῆναι κατὰ τῆν ἡθικὴν φιλοσοφίαν αὐταῖς,, ὥστε θεάσασθαι ἐν αὐτῇ τὰ εἰρημένα ταύτης πνευματικὰ κάλλη, καὶ συναναβῆναι ταύτῃ διὰ μιμήσεως· πρὸς ταύτας αὐτή φησι· Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ´ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. Δηλαδὴ, Αὐτὴ τῷ ἀγαπητῷ μου ὅλην ἐμαυτὴν ἀνεθέμην, καὶ χωρὶς αὐτοῦ οὐδλν ποιεῖν βούλομαι· καὶ ἐπ´ ἐμὲ τὴν οὕτω φρονοῦσαν ἦ αὐτοῦ συγκατάβασις γίνεται, ἐπιστρέφοντος ἀπὸ τῆς ἰδίας περιωπῆς, ὅπως ὁ ἀόρατος Δρῷτο τοῖς βουλομένοις τοῦτον ὁρᾷν. Ἀλλ´ οὐκ ἀνέχομαι μόνον τῆς ἱερᾶς αὐτοῦ ἀπολαύειν κοινωνίας· βούλομαι δὲ καὶ τοὺς ἀτελεῖς ἔτι, παρ´ αὐτοῦ σωτηρίας τυχεῖν. Διὸ βοῶ καὶ λέγω. Ἐλθά, ἀδελφιδέ μου, καὶ τὰ ἐξῆς. Κἀπὶ, περος, ερηεᾶίοημν ἱα αρικοι, οοηοπιονεπμν Τῶν γʹ Πατέρων. Λέγει οὖν ἡ νύμφη πρὸς τὰς μαυητευομένας· Λοιπὸν τῷ νυμφίῳ μου καὶ τὴν αἴτησιν ὑμῶν ἀναφίρουσά φημι· Ἐλθὲ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀνοάν· Κἰτουν, Δεῦρο, ἀγαπητέ μου, ἐξέλθωμεν ἐγώ πα ᾖ μυστικῶς θεωροῦσά σε, καὶ αὐτὸς ὁ οὕτως μοι θεωρούμενος, πρὸς τὸν χορὸν τῶν μαθητευομένων μοι, ὅν ὥσπερ ἀγρόν τινα τριβόλων καὶ ἀκανθῶν τῶν συμπνιγουσῶν αὐτὸν, τοῦ βιου μεριμνῶν καὶ λογισμῶν ἐμπαθῶν, ἐξεκάθηρα· ἐξέλθωμεν δὲ φανερώσαντες αὐτῷ τὴν πνευματικὴν συνάφειαν ἡμῶν ἐν σοῖς κατὰ πρᾶξιν τρόποις τῶν ἀρετῶν. Ἐξιόντες δʹ, ώς εἴρηται, αὐλισθῶμεν ἐν κώμαις· ἤγουν, κατασκηδώσωμεν ἐν ψυχαῖς, τῷ ὀνόματί σου πάσας τὰς θεωρητικάς, καὶ τὰς ὀρεκτικὰς δυνάμεις αὐτῶν, καὶ τὰς αἱσθήσεις ἀπὶ τὸ αὐτὸ συναθροιζούσαις, οἷάπερ κωμαι τοὺς οἰκοῦντας αὐτάς. Ἀὐτὸς μν οὐκητήριόν Τιίκν Ραίνηι.

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
