# Poemata 347

Michael Psellus, Poemata, 347. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/347
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/347

δίκην κεφαλῆς ἀρχικὸν τῆς ψυχῆς μου πάντως τὸ νοερὸν ὑποτάσσουσι τὸ αἰσθητικὸν, διὰ τοῦτο ἐν ἀλπίσιν εἰμί, ὅτι καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. ἘΓτουν, Τὰ ὑποδεχόμενα τοὺς ἐκ δεξιῶν ἐπηγγελμένα ἀγαθὰ τῆς τοῦ Θεοῦ βασιλείας, ὅλην με κατὰ τὸν μέλλοντα αἰῶνα περιέξουσι ψυχῇ καὶ σαρκὶ τὴν ἀπέραντον εὐφροσύνην παρέχοντα. Πντα δὲ τὰ εἰρημένα διδασκαλικῶς εἰποῦσα ἐπάγει· Ἀρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐὰν ἐξεγείρητε τὴν ἀγάπην, ἕως ν θελήσῃ. Ὥτοι, Κατησφαλισάμην ὑμᾶς, ὡς δι´ ὅρκου, τῆς τῶν θείων μυστηρίων ἐξηγήσεως, μαθήτριαί μου, τῆς ἐν ἀγίῳ Πνεύματι ὁρώσης τὸν καταλλάξαντα ἡμᾶς τῷ ἰδίῳ Πατρί· ἀναδιδάξασα τὴν αἰτίαν, δι´ ἦν ἐν ταῖς θεωρητικαῖς καὶ ταῖς πρακτικαῖς δυνάμεσι καὶ ἰσχύσεσι, ταῖς ἐν τῷ παρόντι κόσμῳ δυναμέναις, ἐγείρητε κατ´ ἀρετὴν καὶ ἐξεγείρητε κατὰ γνῶσιν ἐν ὑμῖν, καθεύδειν δοκοῦντα, ὅταν ἀγνοῆται τὸ εὐθὲς, καὶ μὴ ποάττηται τὸ καλὸν, τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ δόντα ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν ἕως ἂν εὐδοκήσῃ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν αὐτὸς τὰ κατὰ φύσιν οἰκεῖα δρᾷν ἐν ἡμῖν πάσχουσι κατὰ χάριν αὐτά· αἱ δὲ θάμβους πληρωθεῖσαι περὶ τῆς διδασκάλου φασίΤίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμνη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδόν αὐτῆς; Δηλαδὴ, Οποία ὑπάρχει αὕτη ἡ διδασκαλικῶς ἀπὸ αυστηρίων εἰς μυστηριωδέστιρα ἀναβαίνουσα, κεκαθαρμένη παντὸς ῥύπου ἀμαρτημάτων, καὶ ἐπερειδομένη ἐπὶ τὸν ἀδελφιδὸν αὑτῆς; Ὁ γοῦν νυμφίος, τὴν ἐπὶ ταῖς μαθητευομέναις τῆς νύμφης ὁρῶν ἐπιμέλειαν, καὶ ἀποδεχόμενος τὴν ταύτης εἰς τὸ ἀγαθὸν διέγερσιν. ἀναμιμνήσκει αὐτὴν τοῦ προτέρου βίου· ὥστε μετριοφρονεῖν, καὶ μὴ διὰ τῶν ἐπαίνων τῷ τῆς οἰήσεως πάθει περιπεσεῖν. Καί φησι πρὸς αὐτήν· Τπὸ μῆλον ἐξήγειρά σε. Ἤγουν, Ὑπὸ τὴν, δίκην μήλου τέρποντος, τὰς πλείους τῶν αἰσθήσεων ἀπάσας ταύτας ὐφραίνουσαν αἰσθητὴν κτίσνν καθευδούσης σοῦ, τῇ πρὸς τὰ καλὰ ῥφθυμίᾳ διὰ τὴν πρὸς τὰ ὁλικὰ σχέσιν, διήγειρά σου τὸ φρόνημα πρὸς πόθον ἐμὸν λόγοις προνοίας καὶ κρίσεως, καὶ γὰρ. Ἐκεῖ ὠδίνησέ σε μήτηρ σου. Ὠδίνησέ σε ἡ τεκοῦσά σε. Δηλονότι, Ἐν τῇ σχέσει τῶν ὑλικῶν συνελάβετό σε ἡ προμήτωρ σου Εα, τῇ καθ´ ἡδονὴν γενέσει, καὶ ἀπέτεκέ σε τῇ κατ´ ὀδύνην γεννήσει. Ὑφ´ ὥν συνείχου τῇ προσπαθείᾳ τῶν αἰσοητῶν, τὴν μὲν δι´ ἡδονὴν διώκουσα, τὴν [δὲ] δι´ ὀδύνην φεύγουσα· κἀντεῦθεν φιλονεικοῦσα τῆς ἡδονῆς τὸ τέλος, τὴν ὀδύνην φημὶ, ταύτης ἀποχωρίσαι, ὅπερ ἀμήχανον. Εἰ οὖν βούλῃ διαμένειν τῆς τοιαύτης σχέσεως ἐλευθέρα, Θίς μα ώς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἀπὶ τὸν βραχίονά σου· εἴτουν, Ἐν ἐμοὶ τῷ ἀρχετύπῳ μεῖνον, τηροῦσα τῷ μὲν ἡγεμόνι σου νῷ τὸ κατ´ εἰκόνα κατ´ ἀπλανῆ θεωρίαν καὶ διάθεσιν ἐμοῦ· τῆ δ´ ἐνιργητικῇ σου δυνάμει, τὸ καφ´ ὁμοίωσιν,

---

Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003733.
