# Peri Epicheirematon 606.1

Minucianus, Peri Epicheirematon, 606.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/minucianus/peri-epicheirematon/606.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/minucianus/peri-epicheirematon/606.1

ἀπὸ συγχρίσεως καὶ 10 ἀναπλάσμου, ἀπὸ τοῦ πρὸς τι, ἀπὸ τοῦ μέρους ἐπὶ τὸ ὅλον, ἀπὸ τοῦ ὅλου ἐπὶ τὸ μέρος, ἀπὸ τῶν πρὸ τοῦ πράγματος, ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα. Ἄπὸ μὲν αἰτίας· ,,σύνειδεν 11 ἑαυτῷ Φίλιππος πολλὰ ἠδίκηκoti, καὶ διὰ τοῦτο μισοῦντας ὑμᾶς ἑαυτόν, καὶ, εἰ καιροῦ λάβοιθε, τιμωρησομένους· διὰ ταῦτα ἐγρήγορεν, ἐφῆσθηκεν.“ 12 Ἄπὸ τοῦ τίνος ἕνεκα· ,,ἐγράφη τὸ ψήφισμα 12* ὑπὸ Ἀριστοκράτους, ἵνα οἱ μὲν δύο τῶν βασιλέων ἐκπέσωσιν, εἰς δὲ κύριος τῆς Θρᾴκης ὁ Κερσοβλέπτης γένηται· οὗτοι οἱ δύο τόποι ἀπὸ αἰτίας, καὶ ὁ ἀπὸ τοῦ τίνος ἕνεκα, ὁ 13 μὲν ἐκ τῶν παρεληλυθότων, ὁ δὲ ἐκ τῶν μελλόντων τὴν πίστιν ἔχουσιν. Ἄπὸ τοῦ ἰδίου· Ἀλέξανδρος μόνος βασιλέων τὴν οἰκουμένην εἷλεν. παρὰ δὲ τῷ Δημοσθένει· ,,τὸ μὲν γὰρ πόλεις 14 πολλὰς ἡρξέναι καὶ χώραν καὶ τόπους καὶ ἄλλοις πολλοῖς ὑπῆρξεν· ὁρῶν 15 δὲ καὶ μόνῳ Φιλίππῳ συμβεβηκός, τὸ ἐπειδὴ προδοτῶν ἐδεήθη, πλείονας εὑρεῖν 16 ἢ ἐβούλετο.“ Ἄπὸ πηλικότητος· οὕτως 17 ἐκόσμησαν οἱ πρόγονοι τὴν πόλιν ὡς μηδενὶ τῶν ἐπιγνομένων μηδεμίαν ὑπερβολὴν λελείφθαι. καὶ ἐν τῷ κατὰ Τιμοκράτους· 18 ,,μέγα; μεγάλη, μικρόν; μικρά.“ εἴρηται δὲ ὁ λόγος περὶ τῆς ἐπὶ τοῖς ἀδικήμασιν ὀργῆς. Ἄπὸ ποσότητος· ,,παρὰ μὲν τοίνυν 19 τὰς τριάκοντα μυριάδας μυρίους δίδωσιν μεδίμνους, παρὰ δὲ τὰς δέκα ὡσπερ-

---

Minucianus, Peri Epicheirematon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003908.
