# Peri Epicheirematon 613.1

Minucianus, Peri Epicheirematon, 613.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/minucianus/peri-epicheirematon/613.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/minucianus/peri-epicheirematon/613.1

ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ τοῦ συναποσίου διαβολῇ· ἐπειδὴ γὰρ ἀμάρτυρα ἦν τὰ πρὸς τὴν Ὀλυνθίαν γυναῖκα, ἐκ τοῦ ἄλλου βίου ταῦτα ἐπιστώσατο· οὐχ ἴσασιν οὗτοι σε τὸ μὲν ἐξ ἀρχῆς ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλυνδομένον, καὶ ὅσα ἄλλ’ εἴρηται. Ἀπὸ τῶν προτοῦ πραγμάτων· συνὶ γὰρ ὁ πάντες ἐθρύλουν, ὡς Ὀλυνθίους ἐκπολεμῶσαι δεῖ Φίλιππον, γέγονεν αὐτόματον· τὸ γὰρ ὅτι συμφέρει πέμψαι τὴν βοήθειαν τοῖς προτοῦ πράγμασιν εἰρημένοις πεπίστωται· καὶ πάλιν τῆς Αἰσχίνου δωροδοκίας τεκμήριον ποιεῖται τοὺς λόγους, οὓς πρότερον διεξῆλθεν, ὅτε ἀδωροδόκητος ἦν· ἐστι γὰρ οὗτος ὁ πρῶτος ἀπάντων, ὡς τότε δημηγορῶν ἔφη· ὁ δὲ ὑστερος τοῦ πράγματος ὁ Δημοσθένης· ἐκ μὲν ὧν οἱ παρὰ Φιλίππου πρέσβεις ἔλεγον ἐδήλουν τὰ ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν κομισθησόμενα. ἐκ δὲ ὧν ἡμᾶς ἔγραφαν τὰ ἐκ τῆς Βοιωτίας διαρπασθησόμενα· δηλοῦνται γὰρ ἐκ τῶν ἐπιγενησομένων, ὅτι οἱ παρὰ Φιλίππου πρέσβεις ἀπεδείκνυσαν ἐμφορώτερον εἶναι Θηβαίοις Φιλίππῳ βοηθεῖν ἢ Ἀθηναίοις.

---

Minucianus, Peri Epicheirematon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003908.
