# Fragmenta 48

Mnaseas Patrensis, Fragmenta, Dfhg-Source dfhg3_MNASEAS_PATRENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mnaseas-patrensis/fragmenta/48

Ἔχρησ ̓ Ἀχρησ ̓ Ἀδράστῳ Λοξίας χρησμόν τινα. — Ποῖον; — Κάπρῳ λέοντί θ ̓ ἁρμόσαι παίδων γάμους.] Ad haec scholiasta: Ὁ χρησμὸν ὑπὸ Μνασέου οὕτως. Ἀναγέγραπται· Κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἰεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς. Καὶ οἱ μὲν γέγουσιν, ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ ̓, ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν, καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς, ἀναθήματα κυνηγετῶν, ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον· ἀπείκασε γὰρ τὸν μὲν λέοντι, τὸν δὲ Τυδέα κάπρῳ, ὅς ἔγημε Δηϊπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν.—Δύο δέρματα ἔκειντο εἰς τὰ οἰκήματα τοῦ Ἀδράστου εἰς ἀνάπαυσιν τῶν ξένων, τὸ μὲν ἕν λέοντος, τὸ· δὲ ἕτερον κάπρου. Καὶ ἐλθόντες εἰς τὰ προλεχθέντα οἰκήματα τοῦ Ἀδράστου ὁ Τυδεύς τε καὶ Πολυνείκης φιλονεικίαν ἐποιήσαντο ἄμφω, ἵνα αὐτὸ ἐπάρωσιν. Τοῦτο δὲ νοήσας ὁ Ἄδραστος κατὰ τὸν χρησμὸν ἔδωκε τὰς αὑτοῦ θυγατέρας τοῖς δυσὶ τούτοις.

---

MNASEAS PATRENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1514.tlg001.local002/.
