# Fragmenta 6-10

Mnaseas Patrensis, Fragmenta, 6 to 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mnaseas-patrensis/fragmenta/6

Μνασέας δ ̓ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης Πανὸς υἱόν φησι Βουκολίωνα, ἀφ ̓ οὗ καὶ τὸ βουκολεῖν. Κρονίου πανός] Μνασέας δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πανὸς, ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν, Αἰθέρος γενεαλογούγενος (Κρόνους γὰρ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον) ἦ παππωνυμικῶς, ὅτι Διὸς, ὡς τὸν Ἀχιλλέα Αἰακίδην [λέγουσιν]. Στυμφαλίδες δὲ λέγονται αἱ περὶ αὐτὴν (sc. τὴν Στυμφαλίδα λίμνην) ὄρνιθες ... Ἰδίως δὲ Μνασέας φησὶ Στυμφάλου τινὸς ἥρωος καὶ Ὄρνιθος γυναικὸς γενέσθαι Στυμφαλίδας θυγατέρας· ἃς ἀνελεῖν τὸν Ἡρακλέα, ὅτι οὐ προσεδέξαντο αὐτὸν, καὶ ἐξένισαν τοὺς Μολίονας. Ὅτι ἐν τῷ πρὸς Αὐγείαν πολέμῳ ὁ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λόχον, φησὶ Μνασέας ὁ Παταρεύς. Ὕλας· οὗτος Ἡρακλέους ἐρώμενος, υἱὸς δὲ Θειοδάμαντος τοῦ Δρύοπος. Οὕτω Μνασέας. Ἑλλάνικος δὲ (fr. 39) κτλ.

---

MNASEAS PATRENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1514.tlg001.local002/.
