# Fragmenta 1

Mnesimachus, Fragmenta, Dfhg-Source dfhg4_MNESIMACHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mnesimachus/fragmenta/1

Ἱερὸν δ ̓ αὖτ ̓ ἐπὶ τοῖσιν ὄρος] Τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον πόντον. Μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῷ αʹ Περιόδων, καὶ Σουίδας ἐν βʹ, περὶ τοὺς λεγομένους Μάκρωνας· ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ· ὃς καὶ ρʹ ἀπέχειν σταδίους αὐτό φησι τῆς Τραπεζοῦντος. Ὁ δὲ Εἰρηναῖος Μνησίμαχόν φησι περὶ αὐτοῦ ἱστορεῖν ἐν αʹ περὶ Σκυθῶν, ἀγνοῶν. Ὁ γὰρ Μνησίμαχος [ὡς] ἐν τῇ Εὐρώπῃ μέμνηται κειμένης τῆς Σκυθικῆς· ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι περὶ τῆς Ἀσίας διαλέγονται. Ἔστι καὶ ἄλλο Ἱερὸν ὄρος Θρᾴκης.

---

MNESIMACHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2565.tlg002.local002/.
