# Fragmenta 844.2-846.22

Moschion, Fragmenta, 844.2 to 846.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/moschion/fragmenta/844.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/moschion/fragmenta/844.2

ΘΕΜΙΣΤΟΚΛΗΣ καὶ γὰρ ἐν νάπαις βραχεῖ πολὺς σιδήρῳ κείρεται πεύκης κλάδος, καὶ βαλὸς ὕχλος μυρίας λόγχης κρατεῖ. Stob. Flor. 51, 21: Μοσχίωνος ἐκ Θεμιστοκλέους. ‘καὶ γὰρ — κρατεῖ’. ΘΗΛΕΦΟΣ ὦ καὶ θεῶν κρατοῦσα καὶ θνητῶν μόνη μοῖρ’, ὦ λιταῖς ἄτεγκτε δυστήνων βροτῶν, πάντολμ’ ἀνάγκη, στυγνὸν ἢ κατ’ αὐχένων ἡμῶν ἐρείδεις τῆσδε λατρείας ξυρόν. ΦΕΡΑΙΟΙ κενὸν θανόντος ἀνδρὸς αἰκίζειν σκιάν· ζῶντας κολάζειν, οὐ θανόντας εὐσεβές. ὡμῶς τὸ γ’ ὀρθὸν καὶ δίκαιον οὐποτε σιγῇ παρήσω· τὴν γὰρ ἐντεθραμμένην ἀστοῖς ’Αθάνας τῇ τε Θησέως πόλει καλὸν φυλάξαι γνησίως παρρησίαν. μόνον σὺ θυμοῦ χωρὶς ἔνδεξαι λόγους οὓς σοι κομίζω· τὸν κλύοντα γὰρ λαβὼν ὁ μῦθος εὖνουν οὐ μάτην λεχθήσεται. πρῶτον δ’ ἄνειμι καὶ διαπτύξω λόγῳ ἀρχὴν βροτείου καὶ κατάστασιν βίου. ἦν γὰρ ποτ’ αἰὼν κείνος, ἦν ποθ’ ἡνίκα θηρίν διαίτας εἶχον ἐμφερεῖς βροτοί, ὀρειγενῆ σπήλαια καὶ δυσηλίους φάραγγας ἐνναίουτες· οὐδέπω γὰρ ἦν οὔτε στερήρης οἶκος οὔτε λαΐνοις εὐρεῖα πύργοις ὠχυρωμένη πόλις. οὐ μὴν ἀρότροις ἀρχύλοις ἐτέμνετο μέλαινα καρποῦ βῶλος ὀμπνίου τροφός, 10 οὐδ᾽ ἐργάτης σίδηρος εὐώτιδος θάλλοντας οἴνης ὀρχάτους ἐτημέλει, ἀλλ᾽ ἦν ἀκίμων καφεύουσα θέουσα γῆ. βόραι δὲ σαρκοβόρτες ἀλληλοκτόνους παρεῖχον αὐτοῖς δαΐτας· ἦν δ᾽ ὁ μὲν νόμος 15 ταπεινός, ἡ βία δὲ σύνθρονος Διί. [ὁ δ᾽ ἀσθενὴς ἦν τῶν ἀμεινόνων βορά.] ἐπεὶ δ᾽ ὁ τίκτων πάντα καὶ τρέφων χρόνος τὸν θνητὸν ἠλλοίωσεν ἐπαλιὸν βίον, εἴτ᾽ οὖν μέριμναν τὴν Προμηθέως πάρα 20 εἴτ᾽ οὖν ἀνάγκην εἴτε τῇ μακρᾷ τριβῇ αὐτὴν παρασχὼν τὴν φύσιν διδάσκαλον, τόθ᾽ ὑφρέθη μὲν καρπὸς ἡμέρου τροφῆς Δήμητρος ἀγνῆς, ὑφρέθη δὲ Βακχίου γλυκεῖα πηγή, γαῖα δ᾽ ἡ πρὶν ἄσπορος 25 ἤδη ζυγουλκοῖς βουσὶν ἠροτρεύετο, ἅστη δ᾽ ἐπυρώσαντο καὶ περισκεπεῖς ἑτενξαν οἴκους καὶ τὸν ἠργιαμένον εἰς ἡμερον δίαιταν ἤγαγον βίον. κἀκ τοῦδε τοὺς θανόντας ὥρισεν νόμος 30 τύμβοις καλύπτειν κάπμοιρᾶσθαι κόριν νεκροῖς ἀθάπτοις, μὴδ᾽ ἐν ὀφθαλμοῖς ἐὰν τῆς πρόσθε θοίνης μνημόνευμα δυσσεβοῦς. κέρδος οὐκέτ’ ὄντας ὀβρίζειν νεκρούς;

---

Moschion, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002485.
