Ancient Greek
Book 16
Moschus Bucol., Epigrammata 16.200
Not analysed yet
ΜΟΣΧΟΥ
Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον
οὖλος Ἔρως, πήρην δ' εἶχε κατωμαδίην·
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
εἶπε δ' ἄνω βλέψας αὐτῷ Διί· „Πλῆσον ἀρούρας,
μή σε, τὸν Εὐρώπης βοῦν, ὑπ' ἄροτρα βάλω. “