# Εὐρώπη ΕΥΡΩΠΗ.129-166

Moschus, Εὐρώπη, ΕΥΡΩΠΗ, lines ΕΥΡΩΠΗ.129-ΕΥΡΩΠΗ.166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/moschus-bucol/text-3/%CE%95%CE%A5%CE%A1%CE%A9%CE%A0%CE%97.129

κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.
ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,
ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.
ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;
ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις.
οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς
εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.
ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·
θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,
ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο
ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,
οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.
ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ
Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,
καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.

---

Moschus, Εὐρώπη, ed. J. M. Edmonds. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0035.tlg002.local001/.
