# Εὐρώπη ΕΥΡΩΠΗ.43-86

Moschus, Εὐρώπη, ΕΥΡΩΠΗ, lines ΕΥΡΩΠΗ.43-ΕΥΡΩΠΗ.86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/moschus-bucol/text-3/%CE%95%CE%A5%CE%A1%CE%A9%CE%A0%CE%97.43

ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,
εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.
φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα,
νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα.
δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖο
φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ
πόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ
ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις
χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο
Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν
ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,
ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·
χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.
τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,
ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε
λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα
ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,
οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,
οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο
θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος
ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος
ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.

---

Moschus, Εὐρώπη, ed. J. M. Edmonds. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0035.tlg002.local001/.
