Ancient Greek
ΕΥΡΩΠΗ, lines ΕΥΡΩΠΗ.87-ΕΥΡΩΠΗ.128
Moschus Bucol., Εὐρώπη ΕΥΡΩΠΗ.87-128
Not analysed yet
ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς
παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι
ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ
τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.
αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν
αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε
ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς
πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς
αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.
ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
αἱ δ’ ἄλλαι μέλλεσκον. ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,
ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν.
ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.
ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς
χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.
ἣ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·
Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαι
κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος
κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου
αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.