# Paratexta 208.2

Mullach Fpg2, Paratexta, 208.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/208.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/208.2

Περὶ δὲ πολιτικῆς ταῦτ’ ἂν εἴη κεφάλαια· πρῶτον μὲν ὅτι συνέστηκεν αἱ πόλεις τῇ μὲν διὰ τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, τῇ δὲ διὰ τὸ συμφέρον. Εἶτα ὅτι ἡ τελειοτάτη κοινωνία πόλις ἐστὶ, καὶ ὅτι πολίτης ἐστίν, ᾧ μέτεστι πολιτικῆς ἀρχῆς 277. Πόλις δὲ τὸ ἐκ τῶν τοιούτων πλήθος ἰκανὸν πρὸς αὐτάρκειαν ζωῆς. Τοῦ δὲ πλήθους ὅρον εἶναι τοιοῦτον, ὥστε μήτε τὴν πόλιν ἀσυμπαθῆ, μὴτ’ εὐκαταρρόνητον ὑπάρχειν, παρεσκευασθαι δὲ καὶ τὰ πρὸς τὴν ζωὴν ἀνευδεῶς, καὶ τὰ πρὸς τοὺς ἐξωθεν ἐπίοντας ἰκανῶς. Εἶναι γὰρ τῆς φρονήσεως τὸ μὲν οἰκονομικόν, τὸ δὲ νομοθετικόν, τὸ δὲ πολιτικόν, τὸ δὲ στρατηγικόν. Οἰκονομικὸν μὲν, ὡς εἴπον, τὸ διοικητικὸν αὐτῷ τε καὶ τῶν περὶ οἶκον, νομοθετικὸν δὲ, τὸ περὶ τὴν θέσιν καινόν νόμων, πολιτικὸν δὲ, τὸ τῆς πόλεως διοικητικόν, στρατηγικὸν δὲ, τὸ περὶ τὴν θεωρίαν καὶ διοίκησιν τῶν στρατοπεδῶν συμφερόντων. Ἄρχειν δ’ ἀναγκαῖον τῶν πόλεων ἢ ἕνα ἢ ὀλίγους ἢ πάντας. Τούτων δὲ ἕκαστον ὀρθῶς ἢ φαῦλως ἔχειν. Ὀρθῶς μὲν, ὅταν οἱ ἄρχοντες τοῦ κοινῆ συμφέροντος στοχαζῶνται· φαῦλως δέ, ὅταν τοῦ ἰδίου. Τὸ δὲ φαῦλον παραβαίνειν εἴναι τοῦ ὀρθοῦ. Βασιλείαν μὲν οὖν καὶ ἀριστοκρατίαν καὶ δημοκρατίαν ἐφίσθαι τοῦ ὀρθοῦ· τυραννίδα δὲ καὶ ὀλιγαρχίαν καὶ ὀχλοκρατίαν τοῦ φαύλου. Γίγνεσθαι δὲ τινα καὶ μικτὴν ἐκ τῶν ὀρθῶν πολιτειῶν ἀρχήν. Μεταβάλλειν δὲ τὰς πολιτείας πολλάκις πρὸς τὸ ἄμεινον καὶ τὸ χειρόν. Καθόλου δ’ ἀρίστην εἶναι πολιτείαν τὴν κατ’ ἀρετὴν διακεκοσμημένην, χειρίστην δὲ τὴν κατὰ κακίαν. Ἄρχειν δὲ καὶ βουλεύειν καὶ δικάζειν

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
