# Paratexta 219.1-257.4

Mullach Fpg2, Paratexta, 219.1 to 257.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/219.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/219.1

4. Περὶ δὲ τῶν ἰδεῶν Πλάτων ὡδὶ διεξέρχεται, τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα μας γίγνεσθαι καὶ τοὺς ὄρους· παρὰ πάντας γὰρ ἀνθρώ- | ed. Sirmond. Διοδώρου. Τινὲς κατ' εἰκόνα κτλ. ) πους ἀνθρωπὸν τινα νοεῖσθαι, καὶ παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῷα ζῴων ἀγέννητον καὶ ἀφθαρτον. Ὁν τρόπον δὲ σφαγίδιος μιᾶς ἐκμαγεῖα γίγνεσθαι πολλά, καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρὸς, οὕτω καὶ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἀπαντας, τῆς δὲ ἵππων ἵππους ἀπαντας, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. Εἶναι δὲ τὴν ἰδέαν αἴτιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἑκαστοῦ εἶναι τοιούτου οἷα ἐστὶν αὐτή. Καθάπερ οὖν τὰ κατὰ μέρος εἴδη ὡσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι συμβέβηκε σωμάτων, οὕτω τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας. Λέγει γοῦν καὶ ἐν τῷ Παρμενίδη· «Ἄλλ', ὦ Παρμενίδης, μάλιστα ἔμοιγε καταφαίνεται ὡδὲ ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὡσπερ παραδείγματα ἐστάναι ἐν τῇ φύσει, τὰ δ' ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα· καὶ ἡ μῆδεις αὐτῇ τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐχ ἄλλῃ τις ἢ εἰκασθῆναι αὐτοῖς. » μένων διάνοιαν ἐκ τῶν Διδύμου περὶ τῶν ἀρεσκόδτων Πλάτωνι συντεταγμένων ἐκδήσωμαι· Περὶ τῶν ἰδεῶν ΠΛΑΤΩΝΟΣ ΤΙΜΑΙΟΣ. ΤΑ ΤΟΥ ΔΙΑΛΟΓΟΥ ΠΡΟΣΩΠΑ ΣΩΚΡΑΤΗΣ ΚΡΙΤΙΑΣ ΤΙΜΑΙΟΣ ΕΡΜΟΚΡΑΤΗΣ. § 1. Εἰς, δύο, τρεῖς. Ὁ δὲ δὴ τέταρτος ἡμῶν, ὦ φίλε Τίμαιε, ποῦ, τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ' ἑστιατόρων; TI. Ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες: οὐ γὰρ ἂν ἴκων τῆσδε ἀπελείπετο τῆς ξυνουσίας. ΣΩ. Οὐκοῦν εὖ τινὸς τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος;

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
