# Paratexta 260.1

Mullach Fpg2, Paratexta, 260.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/260.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/260.1

KP. Ταῦτα χρη δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοινωνῷ Τιμαίῳ ξυνδοκεῖ. TI. Δοκεῖ μὲν. KP. Ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλᾳ μὲν ἀτόπου, παντάπασι γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτ᾽ ἔφη. Ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ τροπαπποῦ, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει· πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευσεν αὐτὸς πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδ᾽ εἶη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα, πάντων δὴ ἐν μεγίστων, οὗ νῦν ἐπιμνησθεῖσι πρέπον ἂν ἡμῖν εἴη σοὶ τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως τε καὶ ἀληθῶς οἷον περ ὑμνοῦντας ἐχῶμεν ἱμάζειν.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
