# Paratexta 261.1

Mullach Fpg2, Paratexta, 261.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/261.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/261.1

τοιούτων ἀνευρεῖν. Καὶ ποτε προαγαγεῖν βουλῆθεις αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῆδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὐ περὶ Δευκαλίωνος καὶ Πύρρας ὡς διεγέγοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἤν οἷς ἤνγε περιόψθαι διαμνημονεύσων τοὺς χρόνους ἀριθμεῖν· καὶ τινὰ εἰπεῖν τῶν ἱερῶν εὖ μάλᾳ παλαιόν, ὦ Σῶλων, Σῶλων, Ἕλληνες· ἀεὶ παῖδες ἐστε, γέροντα δὲ Ἕλλην οὐκ ἔστιν. Ἀκούσας οὖν, Πῶς τι τοῦτο λέγεις; φάναι. Νέοι ἐστὲ, εἰπεῖν, τὰς ψυχὰς πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε δι᾽ ἀρχαίαν ἀκοὴν παλαιῶν δοξῶν οὐδὲ μάθημα χρόνῳ πολίῳ οὐδέν. Τὸ δὲ τούτων αἴτιον τοῦδε· πολλὰ καὶ κατὰ πολλὰ φοβοῦν γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, ποτὶ μὲν καὶ ὑδάτι μεγίστῳ, μικροῖς δὲ ἄλλοις ἑτέροις βραχύτεραι. Τὸ γὰρ οὖν καὶ παρ᾽ ὑμῖν λεγόμενον, ὡς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ἱξὺς διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τὰ τ᾽ ἐπὶ γῆς ἐνέκαυσεν καὶ αὐτὸς κεραυνωθείς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δ᾽ ἀληθὲς ἔστι τῶν περὶ γῆν καὶ κατ᾽ οὐρανὸν ἰόντων παραλλαγῶν· καὶ διὰ μακροῦν χρόνον γινομένην τῶν ἐπὶ γῆς ποτὶ πολλῷ ψώρα. Τότε οὖν ὅσοι κατ᾽ ὄρην καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσι, μᾶλλον διόλουται τῶν ποταμῶν καὶ θαλάττης προσκοιούτων· ἡμῖν δὲ ὁ Νεῖλος εἰς τε ἄλλα σωτήρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος. Ὅταν δ᾽ αὐ οἱ θεοὶ τὴν γῆν ὑδάσι καθαίροντες κατακλύζωσιν,

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
