# Paratexta 262.1

Mullach Fpg2, Paratexta, 262.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/262.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/262.1

vous . Ἡν γὰρ δή ποτε , ὦ Σόλων , ὑπὲρ τὴν μεγίστην φθορὰν ὑδάσιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρὸς τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως · ἢ κάλλιστα ἔργα καὶ πολιτείαι γενέσθαι λέγονται κάλλιστα πασῶν , διόσον ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἄκοιι παρεδεξάμεθα . [ § 6 . ] Ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶσαν προθυμίαν σχεῖν , δεόμενος τῶν ἱερῶν πάντα δι ' ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἐξῆς διελθεῖν . Τὸν οὖν ἱερέα φάναι , Φθόνος οὐδεὶς , ὦ Σόλων , ἀλλὰ σοὶ τε ἔνεκα ἑαυτῶν καὶ τῆς πόλεως ὑμῶν , μάλιστα δὲ τῆς θεοῦ χάριν , ἡ τήν τε ἑμετέραν καὶ τήνδ ' ἔλαχε καὶ ἐθρέφε καὶ ἐπαίδευσε · προτέραν μὲν τὴν παρ ' ὑμῖν ἑτεσι χιλίοις , ἐκ Γῆς τε καὶ Ἥφαιστοῦ τὸ σπέρμα παραλαβοῦσα ὑμῶν , τήνδε δὲ ὑστέραν . Τῆς δὲ ἐνθαδὶ διακοσμήσεως παρ ' ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακιςχιλίων ἐτῶν ἀριθμὸς γέγραπται . Περὶ δὲ τῶν ἐνακιςχιλίων γεγονότων ἐτῇ πολιτῶν σοι δῶσω διὰ βραχέων νόμους τε καὶ τῶν ἔργων αὐτῶν δ καλλίστον ἐπράχθη · τὸ δι ' ἀκριβὲς περὶ πάντων ἐφεξῆς εἰσαθῦς κατὰ σχολήν , αὐτὰ τὰ γράμματα λαβὼν τες , διέξῃμεν . Τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῆδε · πολλὰ γὰρ παραδειγματα τῶν τότε παρ ' ἡμῖν ἄντων ἐνθάδε νῦν ἀνευρίσκεις , πρώτων μὲν τὸ τῶν ἱερῶν γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον , μετὰ δὲ τούτο τὸ τῶν δημιουργῶν , ὅτι καθ ' αὐτὸ ἕκαστον ἄλλω δὲ οὐκ ἐπιμιγνύμενον δημιουργεῖ , καὶ τε τῶν νομέων καὶ τῶν θηρευτῶν τὸ τῶν γεωργῶν . Καὶ δὴ καὶ τὸ μάχιμον γένος ἡσύχασάι που τῆδε ἀπὸ πάντων τῶν γενῶν κεχωρισμένον , οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσετάχθη μελεῖν . Ἔτι δὲ ἡ τῆς ὀπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων , οἷς ἡμεῖς πρώτοι τῶν περὶ τὴν Ἀσίαν ὠπλισάμεθα , τῆς θεοῦ , καθάπερ ἐν ἐκείνοις τοῖς τόποις , παρ ' ἡμῖν πρώτοις ἐνδείξαμένης . Τὸ δι ' αὐ περὶ τῆς φρονήσεως , ὅραξ πού τὸν νόμον τῆδε ὅσγν ἐπιμελεῖαν ἐποιήσατο εὐθὺς κατ ' ἀρχὰς περὶ τε τὸν κόσμον ἀπαντα , μέχρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν , ἐκ τούτων θεῖον ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρῶν , ὅσα τε ἄλλα τούτοις ἑπεται μαθήματα , πάντα κτησάμενος . Ταύτην οὖν δὴ τότε ξύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατώκισεν , ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε , τὴν εὐκρασίαν τῶν ἡμῶν ἐν αὐτῷ κατιδοῦσα , ὅτι φρονιμωτάτους ἄνδρας οἶσαι . Ἄτ ' οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς ὅσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας , τοῦτὸν ἐκλεξαμένην πρώτον κατώκισεν . Ἄφεισε δὴ οὖν νόμους τε τοιούτους γράψοιεν καὶ ἐτὶ μᾶλλον εὐνομούμενοι πᾶση τε πάντας ἀνθρώπους ὑπερεβηχόσεσ ἀρετῇ , καθάπερ εἴκός γεννήματα καὶ παιδεύματα θεῶν ὄντας . Πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῆδε γεγραμμένα θαυμάζεται , πάντων μὴν ἐν ὑπερέχει μεγέθει καὶ ἀρετῇ · λέγει γὰρ τὰ γεγραμμένα , ὅτγν ἡ πόλις ὑμῶν ἐπαυσέ ποτε δύναμιν ὑβρεῖ πορευομένην ἄμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν , ἐξωθεν ὀρυθείσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους .

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
