# Paratexta 272.2

Mullach Fpg2, Paratexta, 272.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/272.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/272.2

XX. § 13. Ἐπεὶ δὲ κατὰ νοῦν τῷ ξυνιστάντι πᾶσα ἡ τῆς ψυχῆς ὕστασις ἐγεγόνετο, μετὰ τοῦτο πᾶν τὸ σωματωειδὲς ἔντος αὐτῆς ἐτεχαινετο καὶ μέσον μέσῃ ξυναγαγὼν προσήρμοσεν. Ἡ δ’ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν καὶ τὴν διαπλαξεῖσα κύκλῳ τε αὐτὸν ἐξωθεν περικαλύψασα, αὐτὴ τε ἐν αὐτῇ στρεφομένη, θεῖαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἐμφορονος βίου πρὸς τὸν ξύμπαντα χρόνον. Καὶ το μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δὲ ἀόρατος μὲν, λογισμοῦ δὲ μετέχουσα καὶ ἀρμονίας ψυχὴ τῶν νοητῶν ἀεὶ τε ὄντων, ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων. Ἄτε οὖν ἐκ τῆς ταύτου καὶ τῆς ἑτέρας φύσεως ἐκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν, καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ ξυνδεθεῖσα, αὐτὴ τε ἀνακυκλουμένη πρὸς αὐτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντος τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης ἐαυτῆς, ὅτι τ’ ἄν τι ταύτῳ ἢ καὶ ὅτου ἄν ἕτερον, πρὸς δ’, τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως καὶ ὅποτε ξυμβαίνει κατὰ τὰ γιγνόμενα τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταῦτά ἔχοντα ἀεὶ. Λόγος δὲ ὁ κατὰ ταῦτον ἀληθῆς γιγνό

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
