# Paratexta 284.1

Mullach Fpg2, Paratexta, 284.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/284.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/284.1

το τῆς κεφαλῆς κύτος, ὑποθέντες αὐτὸσε τὸ πρόσωπον, ὄργανα ἐνέδῃσαν τούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ, καὶ διετάξαντο μέτοχον ἡγεμονίας τοῦτ' εἶναι τὸ κατὰ φύσιν πρόσθεν. Τῶν δὲ ὀργάνων πρώτων μὲν φωσφόρα ἐνευεκτῆγαντο ὀμματα, ταῖσδε ἐνδῆσαντες αἰτία. Τοῦ πυρὸς ὅσον τὸ μὲν καεῖν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἡμερον, οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίγνεσθαι. Τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὄν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ρεῖν λεῖον καὶ πυκνὸν ὅλον μὲν, μάλιστα δὲ τὸ μέσον ἐμπιπλῆσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχυτέρον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν. Ὅταν οὖν μεσημερινὸν ἢ φῶς περὶ τὸ τῆς ὄψεως ρεῦμα, τότε ἐκπίπτων ὁμοίων πρὸς ὁμοιον, ἐμπαγὲς γενόμενον, ἐν σῶμα οἰκειωθὲν ἐυνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπη περ ἂν ἀντερείδῃ τὸ προσπίπτον ἐνδοθεν πρὸς ὃ τῶν ἔξω ζυνέπεσεν. Ὁμοιοπαθὲς δὴ δι' ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτὸ ποτε ἐράπτηται καὶ ὃ ἂν ἄλλο

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
