# Paratexta 285.1

Mullach Fpg2, Paratexta, 285.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/285.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/285.1

τοῦ παντός, προσῆκον αὐτοῖς οὐδ' ὡς ἐν συλλαβῆς εἴδεσι μόνον εἰκότως ὑπὸ τοῦ καὶ βραχὺ φρονούντος ἀπεικασθήναι. Νῦν δὲ οὖν τὸ γε παρ' ἡμῶν ὧδε ἔχέτω· τὴν μὲν τριῖ ἀπάντων εἴτα ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπη δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι' ἄλλο μὲν οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα. Μὴτ' οὖν ὑμεῖς οἴεσθε δεῖν ἐμὲ λέγειν, οὐτ' αὐτὸς αὑτοῦ πειθὼν ἐμαυτὸν εἶναι ἂν δυνατὸς ὡς ὁρθῶς ἐγχειροῦμ' ἂν τοιούτων ἐπιβαλλόμενος ἔργον. Τὸ δὲ κατ' ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τῶν εἰκόνων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἧττον εἰκότα, μᾶλλον δὲ καὶ ἡμπροσθεν ἀπ' ἀρχῆς περὶ ἑκάστων καὶ ὁμαπάντων λέγειν. Θεὸν δὲ καὶ νῦν ἀπ' ἀρχῆς τῶν λεγομένων σωτῆρα ἐξ ἀτόπου καὶ ἀβέβους διηγήσεως πρὸς τὸ τῶν εἰκόντων δόγμα διασῴζων ἡμᾶς ἐπικαλεσάμενοι πάλιν ἀρχιμέθω λέγειν.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
