# Paratexta 286.1

Mullach Fpg2, Paratexta, 286.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/286.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/286.1

τούτων τιθεμένους ὧδε λέγειν· ἀεὶ δὲ καθορῶμεν ἄλλοτε ἄλλη γιγνόμενον, ὡς πῦρ, μὴ τοῦτο ἀλλὰ τὸ τοιούτον ἐκάστῳτε προσἀγορεύειν πῦρ, μηδὲ ὕδωρ τοῦτο ἀλλὰ τὸ τοιούτον ἀεί, μηδὲ ἄλλο ποτὲ μηδὲν ὡς τιν’ ἔχον βεβαιότητα, ὅσα δεϊκνύντες τῷ ῥήματι τῷ τόδε καὶ τοῦτο προσχρώμενοι δηλοῦν· ἢ γοῦμεθά τι φεύγει· γὰρ οὐχ ὑπομένον τὴν τοῦ τόδε καὶ τὴν τοῦτο καὶ τὴν τῇδε καὶ πᾶσαν ὅση μόνημα ὡς ὄντα αὐτὰ ἐνδείκνυσθαι φάσις. Ἀλλὰ ταῦτα μὲν ἐκάστα μὴ λέγετε, τὸ δὲ τοιούτον ἀεὶ περιφερόμενον ὁμοιον ἐκάστῳ περὶ καὶ ἑμπάντων οὕτω καλεῖν· καὶ δή καὶ πῦρ τὸ διὰ παντὸς τοιούτον, καὶ ἅπαν ὅσον περ ἂν ἔχῃ γένεσιν. Ἐν δὲ δὲ ἐγγιγνόμενα ἀεὶ ἐκάστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὐ προσἀγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι, τὸ δὲ ὁποιονοῦν τι, θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιοῦν τῶν ἐναντίων, καὶ πάνθ’ ὅσα ἐκ τούτων, μηδὲν ἐκεῖνο αὐ τοιούτον καλεῖν. Ἔπει δὲ σαφέστερον αὐτοῦ περὶ προθυμητέον αὐθὶς εἰπεῖν. Εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσοῦ μηδὲν μεταπλάττων παύοιτο ἐκάστα εἰς ἅπαντα, δεῖκνύς τις τινος αὐτῶν ἐν καὶ προσερωτῶν τί ποτ’ ἐστι, μακρῷ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπεῖν ὅτι χρυσός, τὸ δὲ τρίγωνον ὅσα τε ἄλλα σχήματα ἐνεγίγεντο, μηδέποτε λέγειν ταῦτα ὡς ὄντα, ἄ γε μεταξὺ τιθεμένου μεταπίπτει, ἀλλ’ ἐὰν ἄρα χαὶ τὸ τοιούτον μετ’ ἀσφαλείας ἐθελή δέχεσθαι τινος, ἀγαπῶν. Ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
