# Paratexta 288.1

Mullach Fpg2, Paratexta, 288.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/288.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/288.1

δὲ ὁμώνυμον ὁμοίον τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἐν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ' αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὐ γένος ὃν τὸ τῆς χώρας ἀεί, φθορὰν οὐ προσδεχόμενον, ἔδραν δὲ παρέχον ὅσα ἔχει γενέσιν πᾶσιν, αὐτὸ δὲ μετ' ἀναισθησίας ἅπτον λογισμῷ τινὶ νώθῳ, μόγις πιστόν, πρὸς δὲ ἥ καὶ διευροπολούμενον βλέποντες καὶ φαμεν ἀναγκαῖον εἶναι πον τοῦ δν ἅπαν ἐν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ' οὐρανὸν οὐδὲν εἶναι. Ταῦτα δὲ πάντα καὶ τούτων ἀλλ' ἀδελφὰ καὶ περὶ τὴν αὐτὴν καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ἀνειρώξεως οὐ δυνατοὶ γιγνώμεθα ἐγερθέντες διοριζόμενοι ἀληθῶς λέγειν, ὡς εἰκόνι μέν, ἐπειπερ οὐδ' αὐτὸ τοῦτο ἐφ' ᾧ γέγονεν ἑαυτῆς ἔστιν, ἑτέρου δὲ τινος δὲ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει τινὶ γίγνεσθαι, οὐσίας ἀμῶς γέ πως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὧντως ὄντι βοηθὸς ὁ δι' ἀκριβείας ἀληθὴς λόγος, ὡς ἂν εἰ τι τὸ μὲν ἄλλο ἦ, τὸ δὲ ἄλλο, οὐδετέρων ἐν οὐδετέρῳ ποτὲ γεγεννημένον ἐν ἅμα ταύτῳ καὶ δύο γενήσεσθον.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
