# Paratexta 33.5

Mullach Fpg2, Paratexta, 33.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/33.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/33.5

ἀρχὴν μὲν ἀπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀριστον δυάδα ὡς ἂν ὤλην τῇ μονάδι αἰτίῃ ὄντι ὑποστῆναι· ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀρίστου δυάδος τοὺς ἀριθμούς· ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα· ἐκ δὲ τούτων τὰς γραμμὰς· ἐκ δὲ τὰς ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα· ἐκ δὲ τούτων τὰ στερεὰ σώματα, ὧν καὶ τὰ στοιχεῖα εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἀ μεταβάλλειν δὲ καὶ τρέπεσθαι δι’ ὅλων, καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερὸν, σφαιροειδῆ, μέσην πεζέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ περιοικουμένην. Εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω ἐκείνοις ἄνω. Ἰσομοιρὰ τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος καὶ θερμόν καὶ ψυχρόν καὶ ξηρὸν καὶ ὑγρόν, ὧν κατ’ ἐπικρατείαν θερμὸν μὲν ἄερος γίνεσθαι, ψυχρὸν δὲ γειμάνια. Ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους, οὐ τὸ μὲν ὅλλοι ἔαρ ὑγιειόν, τὸ δὲ φθίνον φθινόπωσον νοσερόν. Ἄλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερωτέραν εἶναι. Τὸν τε περὶ τὴν γῆν ἀέρα ἀσιτιστὸν καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα ὑπητὰ· τὸν δὲ ἀνωτάτω ἀεικίνητον τε εἶναι καὶ καθαρὸν καὶ ὑγιῆ· καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα. Ἡλῖον τε καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας εἶναι θεούς· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. Τὴν τε σελήνην λαμπεντα ὑφ’ ἡλίου· καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν κατὰ τὸ μετέχεν ἀνθρώπων θεομοῦ. Διὸ καὶ προνοεῖσθαι τὸν θεὸν ἡμῶν. Εἰμαρμένην τε τῶν ὅλων εἶναι καὶ τὰ κατὰ μέρος αἰτίαν τῆς διοικήσεως. Διέκειναι τε ἀπὸ τοῦ ἡλίου ἀκτίνα διὰ τοῦ αἰθέρος τοῦ τε ψυχροῦ καὶ παγίου· καλεῖσθαι δὲ τὸν μὲν ἀέρα ψυχρόν αἰθέρα, τὴν δὲ θάλασσαν καὶ τὸ ὕδωρ παγὺν αἰθέρα. Ταιῦν δὲ τὴν ἀκτίνα καὶ ἐς τὰ βάθη διέσθαι, καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. Καὶ τὴν

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
