# Paratexta 34.1

Mullach Fpg2, Paratexta, 34.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/34.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/34.1

μὲν πάντα ὅσα μετέχει τοῦ θερμοῦ· διὸ καὶ τὰ φυτὰ ζῷα εἶναι, ψυχὴν μέντοι μὴ ἔχειν πάντα. — (90) Aristoteles Metaph. I, 5 : ἐν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἀνάμενοι πρῶτοι ταῦτα προῆγαγον, καὶ ἐντεράξαντες ἐν αὐτοῖς τὰς τούτων ἀρχὰς τῶν ὄντων ἀρχὰς ἠξίουν εἶναι πάντων. Ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι, ἐν δὲ τοῖς ἀριθμοῖς ἐδόκουν θεωρεῖν ὁμοιότητα πολλὰ τοῖς οὖσι καὶ γιγνομένοις, μάλλον ἢ ἐν πυρί καὶ γῇ καὶ ὕδατι, ὅτι τὸ μὲν τοιοῦδὶ τῶν ἀριθμῶν πάθος δικαιοσύνη, τὸ δὲ τοιοῦδὶ ψυχὴ καὶ νοῦς, ἕτερον δὲ καιρὸς καὶ τῶν ἄλλων ὡς εἰπεῖν ἕκαστον ὁμοίως· ἐπὶ δὲ τῶν ἀρμονικῶν (ieg. ἀρμονιῶν) ἐν ἀριθμοῖς ὁρῶντες τὰ πάθη καὶ τοὺς λόγους, ἐπειδὴ τὰ μὲν ἄλλα τοῖς ἀριθμοῖς ἐφαίνετο τὴν φύσιν ἀφομοιοῦσθαι πᾶσαν, οἱ δ’ ἀριθμοὶ πάσης τῆς φύσεως πρῶτοι, τὰ τῶν ἀριθμῶν στοιχεῖα τῶν ὄντων στοιχεῖα πάντων εἶναι ὑπέλαθον, καὶ τὸν ὅλον οὐρανὸν ἀρμονίαν εἶναι καὶ ἀριθμόν· καὶ ὅσα εἰχον ὁμολογουμένως δεικνύναι ἐν τε τοῖς ἀριθμοῖς καὶ ταῖς ἀρμονίαις πρὸς τὸ τοῦ οὐρανοῦ πάθη καὶ μέρη καὶ πρὸς τὴν ὅλην διακόσμησιν, ταῦτα συνάγοντες ἐφήρμοζον. Κἄν εἴ τι που διέλειπε, προσεγλίζοντο τοῦ συνευριζομένου πᾶσαν αὐτοῖς εἶναι τὴν πραγματείαν. Λέγω δ’ οὖν, επειδὴ τέλειον ἡ δεκάς εἶναι δοκεῖ καὶ πᾶσαν περιεληφέναι τὴν τῶν ἀριθμῶν φύσιν, καὶ τὰ φερόμενα κατὰ τὸν οὐρανὸν δέκα μὲν εἶναι φασιν, ὄντων δὲ ἐνέα μόνον τῶν φανερῶν διὰ τοῦτο δεκάτην τὴν ἀντίγῃθονα ποι...

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
