# Paratexta 360.3-4

Mullach Fpg2, Paratexta, 360.3 to 360.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/360.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/360.3

Διὸ δὴ τὴν τοῦ γεγονότος ὁρατοῦ καὶ πάντως αἰσθητοῦ μὲτέρα καὶ ὑποδοχὴν μήτε γὴν μήτε ἄερα μήτε πῦρ μήτε ὕδωρ λέγομεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ἄν ταῦτα γέγονεν. 'Αλλ' ἀνέρατον εἶδός τι καὶ ἀμόρφον, πανδεχές, μεταλαμβάνον δὲ ἀπορωτάτα πρὸ τοῦ νοητοῦ καὶ δυσαλωτότατον αὐτὸ λέγοντες οὐ ψευσόμεθα. Καθ' ὅσον δὲ ἐκ τῶν προειρημένων δυνατὸν ἐπικνεῖσθαι τῆς φύσεως αὐτοῦ, τῇθ' ἂν τις ὁρθότατα λέγοι, πῦρ μὲν ἑκάστοτε αὐτοῦ τὸ πεπυρωμένον μέρος φαίνεσθαι, τὸ δὲ ὑγρανθέν, ὕδωρ· γὴν δὲ καὶ ἄερα, καθ' ὅσον ἂν μιμήματα τούτων δέχηται.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
