# Paratexta 48.1.1-23

Mullach Fpg2, Paratexta, 48.1.1 to 48.1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/48.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/48.1.1

Λαμβάνει οὐτος μετὰ τὸν ἐν τῇ ἰδίᾳ οἰκίᾳ, μηδ’ ἐνὸς τῶν οἰκειῶν αὐτῶν γνωριζόντων, μηδὲ τῆς ἰδίας μητρός. Βουλόμενος δὲ πεισθῆναι καὶ τὸν περὶ γυναικῶν λόγον, εἰ ἄρα ἀληθὴς ἐστι, καλέσας μίαν τῶν παιδίσκων, ὑπέσχετο αὐτῇ χρυσίους εἰ, ὑποκρινομένης φιλεῖν τὴν κυρίαν αὐτῆς, ἐαυτὸ δὲ μητέρα. Ἡ δὲ λαβοῦσα τὸ χρυσίον ἠδυνήθη πείσαι τὴν ἐκείτῃς κυρίαν, ὑποσχομένη αὐτῇ χρυσίους. Ἡ δὲ συνέθετο τῇ παιδίσκῃ, εἰποῦσα, ὅτι ὁμίας ποιήσω αὐτὸν εἰσελθεῖν λάθρα, καὶ κοιμηθήσομαι μετ’ αὐτοῦ. Ὁ δὲ φιλόσοφος ἔχων τὰς ἐπαγγελίας παρὰ τῆς παιδίσκης ἐπεμεν αὐτὴν πρὸς τὸ δεῖπνον. Καὶ δὴ τούτων ἀποδεικνυσάντων ὡς ἤλθε πρὸς τὸν ὕπνον, αὐτὴ μὲν προσδοκοῶσα παρηκίως αὐτῷ συμμιγῆναι, αὐτὸς δὲ ὡς ἰδίαν μητέρα περιλαμβάνων καὶ τοῖς ὀφθαλμοῖς περιλάμπων, οὐκ ἐθῆλσε μαστοὺς ἐχοιμήθῃ ἕως πρωΐ. Περί δὲ τὸ διαψάσμα ἀναστὰς Σεκοῦνδος ἐβουλεύετο ἐξελθεῖν. Ἡ δὲ ἐκράτησεν αὐτὸν λέγουσα· καταγνῶνδὶ μου θελῶν τοῦτο ἐποίησας. Ὁ δὲ εἶπεν· οὐχί, κυρία μήτηρ. Οὐ γὰρ δικαίων ἐστιν, ὅπερ ἐξηλθον, μίξναι. Μὴ γένοιτο. Ἡ δὲ ἐπυνθάνετο παρ’ αὐτοῦ, τίς εἴν. Ὁ δὲ εἶπεν αὐτῇ· ἐγὼ εἰμὶ Σεκοῦνδος ὁ υἱός σου. Ἡ δὲ καταγνῦσα ἐαυτῆς καὶ μὴ φέρουσα τὴν αἰσχύνην ἀγχόνη ἐχρήσατο. Ὁ δὲ Σεκοῦνδος γνοὺς ὅτι διὰ τῆς αὐτοῦ γλῶττης ὁ θάνατος τῆς μητρὸς ἐγένετο, ἀπόφασιν καθ’ ἐαυτοῦ ἐδωκεν, τοῦ μὴ λαλῆσαι τοῦ λοιποῦ, καὶ μέχρι θανάτου τὴν σιωπὴν ἔσχεν. Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Ἀδριανὸς ὁ Καῖσαρ παραγενόμενος ἐπὶ τὰς Ἀθῆνας ἤκουσε περὶ αὐτοῦ. Οὔτε γὰρ τι τῶν καλῶν αὐτὸν ἐλάνθανεν, καὶ τούτων μετεπέμψατο [ἐλθεῖν]. Ἐλθόντα δὲ τὸν Σεχοῦνδον ὁ Ἀδριανὸς δοκιμάζαι θελῶν, εἰ ἀληθῶς ἄρα τὴν σιωπὴν ἀσχεῖ, ἐπαναστὰς πρώτως ἠπάσατο αὐτόν· καὶ ὁ μὲν Σεκοῦνδος τὸ σύνθες τηρεῖ τῆς σιωπῆς, ὁ δὲ Ἀδριανὸς ἐφη αὐτῷ· λάλησον, φιλόσοφε, ἵνα μαθῶμεν σε, οὐ γὰρ ἐστι δυνατὸν σιωπῶντος τὴν ἐνδυσάν σοι σοφίαν ἐπιγνῶναι.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
