# Paratexta 48.1.24-50

Mullach Fpg2, Paratexta, 48.1.24 to 48.1.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/48.1.24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/48.1.24

Ὁ δὲ Σεκοῦνδος ὁμοίως ἐσιώπα. Ὁ δὲ Ἀδριανὸς ἐφη αὐτῷ· Σεχοῦνδε, πρὶν με ἐλθεῖν καλῶς ἐσιώπας, οὐ γὰρ εἶχες ὧντως ἐνδοξότερον σου ἀκροατήν, καὶ παραστήναι τοῖς ῥήμασί σου δυνάμενον. Νῦν δὲ ἐγὼ πάρειμι καὶ ἀξιώ, λάλησον, ἐπέρων σου τὸν λόγον εἰς ἀρετήν. Ὁ δὲ Σεκοῦνδος οὔτε ἠδίσθη, οὔτε ὡς βασιλεὺς ἐφοβήθη. Ἀγανακτήσας δὲ ὁ Ἀδριανὸς ἐφη, Τύρπονί τινι λέγω, ποίησον τὸν φιλόσοφον, ἵνα φθέγξηται ἡμῖν λόγον. Καὶ ὁ μὲν Τύρπων, ὅσπερ ἐστίν, εἶπεν· λέοντάς τε καὶ παρδάλεας καὶ ἄλλα θηρία ἐπειθὼν ἀνθρωπίνῳ στόματι λαλῆσαι, τὴν δὲ τοῦ φιλοσόφου ἀπειθίαν οὐ. Μετεκάλεισατο δὲ τινὰ σπεκουλάτωρα Ἕλληνα καὶ ἐφη· τὸν μὴ βουλομένον λαλῆσαι· βασιλεῖ Ἀδριανῷ ζῆν οὐ βούλομαι· ἄπαγε, κόλασον αὐτόν. Ὁ δὲ Ἀδριανὸς λάθρα τὸν σπεκουλάτωρα καλέσας, ἐφη αὐτῷ· ἵνικα τὸν φιλόσοφον μέλλεις ἀπάγειν, κατὰ τὴν ὁδὸν λάλησον αὐτῷ καὶ παραμύθησαι τοῦ λαλῆσαι, καὶ ἐὰν μὲν ἀποκριθῆναι αὐτὸν πείσῃς, ἀποκεφάλισον αὐτόν· ἐὰν δὲ οὐκ ἀποκριθῇ, σῶσον πάλιν αὐτὸν ἐνταῦθα ἄγαγε. Ἀπηγέρθη δὲ σιωπῶν ὁ Σεκοῦνδος. Καὶ ὁ μὲν σπεκουλάτωρ κατέβαινεν ἔχων αὐτὸν εἰς τὴν πείραν, ἥν γὰρ ὁ τόπος ἐκεῖνος τῶν κολασθῶν, καὶ ἔλεγεν αὐτῷ· Σεχοῦνδε, τὶ σιωπῶν ἀποθνήσκεις; λάλησον, καὶ ζῆσον. Χάρισαι ἐαυτῷ ζωὴν διὰ τοῦ λόγου· καὶ γὰρ ὁ κύκνος πρὸς τὸ τέρμα τοῦ βίου, καὶ δσα δὲ ἄλλα πετείνε τῇ δεδομένη αὐτοῖς φωνῇ κελαδεῖ· καὶ οὐδὲν ἐστιν ἀφώνον ἐν τῷ βίῳ. Μετανόησον οὖν, ἵκανὸς γὰρ πρὸς σὲ σιωπῆς γεγόνμενος χρόνος. Καὶ ἄλλοις δὲ πλείστοις λόγοις παρεμυθεῖτο, καὶ ἐδελάζε τὸν Σεχοῦνδον. Ὁ δὲ Σεκοῦνδος καὶ τοῦ ζῆν καταφρονήσας, σιωπῶν τὸν θάνατον ἐξεδέχετο, τοῖς λόγοις μὴ ἐπιστραφεῖς. Ὁ δὲ σπεκουλάτωρ, ἀπαγαγὼν τὸν ἄνδρα ἐπὶ τὸν συνήθη τόπον, ἐφη, Σεχοῦνδε, πρότεινον σοῦ τὸν αὐχένα, καὶ δείξαι δι’ αὐτοῦ τὸ ξίφος. Ὁ δὲ Σεκοῦνδος τείνας τὸν αὐχένα διὰ τῆς σιωπῆς τοῦ βίου ἀπετάσατο.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
