# Paratexta 53.1

Mullach Fpg2, Paratexta, 53.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/53.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/53.1

ὕστερον μέντοι διδάσκουσιν ὅτι οὐχ οὕτοι στοιχεῖά εἰσιν οἱ χαρακτήρες, ἀλλὰ διὰ τούτων ἔννοιὰ γίνεται τῶν πρὸς ἀλήθειαν στοιχείων· καὶ οἱ γεωμέτραι μὴ ἰσχύοντες τὰ ἀσώματα εἴδη λόγῳ παραστῆσαι παραχύνονται ἐπὶ τὰς διαγραφὰς τῶν σχημάτων, λέγοντες εἶναι τρίγωνον τοῦτο, οὐ τοῦτο βουλομένου τρίγωνον εἶναι τὸ ὑπὸ τὴν ὄψιν ὑποπίπτον, ἀλλὰ τοῦτοῦτο, καὶ διὰ τοῦτο τὴν ἔνοιαν τοῦ τριγώνου παριστᾶσι. Καὶ ἐπὶ τῶν πρώτων οὖν λόγων καὶ εἰδῶν τὸ αὐτὸ ἐποίησαν οἱ Πυθαγόρειοι, μὴ ἰσχύοντες λόγῳ παραδιδόναι τὰ ἀσώματα εἴδη καὶ τὰς πρώτας ἀρχάς, παρεγένοντο ἐπὶ τὴν διὰ τῶν ἀριθμῶν δήλωσιν. Καὶ οὕτως τὸν μὲν τῆς ἐνότητος λόγον καὶ τὸν τῆς ταυτότητος· καὶ τὸν τῆς ἰσότητος καὶ τὸ αἴτιον τῆς συμπνοίας καὶ τῆς συμπαραθείας τῶν ὅλων καὶ τῆς σωτηρίας τοῦ κατὰ ταῦτά καὶ ὡσαύτως ἔχοντος ἐν προσηγόρευσαν· καὶ γὰρ τὸ ἐν τοῖς κατὰ μέρος· ἐν τοιούτῳ ὑπάρχει ἡμῶν τούτῳ μέρει καὶ σύμπνοιον κατὰ μετουσίαν τοῦ πρώτου αἰτίου. Τὸν δὲ τῆς ἑτερότητος καὶ ἀνισότητος καὶ παντὸς τοῦ μεριστοῦ καὶ ἐν μεταβολῇ καὶ ἄλλως ἄλλως ἔχοντος δυοειδεῖ λόγῳ καὶ δυάδι προσηγόρευσαν· τοιαύτη γὰρ κλὴν τοῖς κατὰ μέρος ἢ τῶν δύο φύσις.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
