# Paratexta 59.1

Mullach Fpg2, Paratexta, 59.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/59.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/59.1

ἂν ἔτου τὴν κρίσιν ὁ δῆμος περὶ τοῦ διορθωμένου νόμου ποιήσηται, χῶν μὲν ἡ ἐκκλησία προσδέξηται τὸν ὑστερὸν γραφόμενον, ἀπολύεσθαι τὸν εἰσῃγησάμενον· ἐὰν δὲ ἀχρῶν ποιήσηται τὴν διόρθωσιν, παραχρῆμα θνήσκει ὑπὸ τοῦ βρόχου σφιγνόμενον. Τοιαύτης δὲ κατὰ τὴν διόρθωσιν τῆς νομοθεσίας οὖσης, καὶ τοῦ φόβου τοὺς νεωτέρας νομοθέτας κολάζοντος, οὐδεὶς ἐτόλμα περὶ νόμων διορθώσεως φωνὴν προίεσθαι, ἐν παντὶ δὲ τῷ μετὰ ταῦτα χρόνῳ παρὰ τοὺς Θουρίους τρεῖς οἱ πάντες εἰσῃγοῦνται διὰ τινὰς ἀναγκαιὰς περιστάσεις ἐπὶ τὴν ὑπὲρ τῆς διορθώσεως συμβουλίαν παραγενέσθαι. — (29) Diodorus Siculus lib. XII, cap. 17 : νόμου γὰρ ὄντος, ἐὰν τὶς τινὸς ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκόπτεσθαι τὸν ἐκείνου, ἐτερόφθαλμός τις ἐκόπτε· τὸν ὀφθαλμὸν καὶ στερηθεὶς ὧλης τῆς ὄψεως τὸ μὲν ἀντεκκόψαι τὸν ὀφθαλμὸν ἐλασσον ὑπέλαβε πρόστιμον ἐκτίσαι· τυχόντα γὰρ ἕνα τῶν πολιτῶν, εἰ τὸ κατὰ νόμον πρόστιμον ὁ πράξας ὑπομείνει, μὴ τετευχέναι τῆς ἰσης· συμφερὲς δίκαιον οὖν εἶναι τὸν ἐτερόφθαλμον τῇ δρασιν ἀφελόμενον ἀμφοτέρους ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς, εἰ μέλλει τὴν ἰσὴν ἀναδέχεσθαι τιμωρίαν. Διὸ καὶ περιλαλῆ γερόμενον τὸν ἐτερόφθαλμον ἀποτολμησαὶ λόγον ἐν ἐκκλησίᾳ διαθεῖσθαι περὶ τῆς ἰδίας συμφοράς, ὅμα μὲν τοὺς πολίτας ἀποδυρόμενον τὴν ἰδίαν ἀτυχίαν, ὅμα δὲ συμβουλεύοντα τοὺς πλήθεςι διορθώσασθαι τὸν νόμον· τέλος δὲ δόντα τὸν τράχηλον εἰς βρόχον, ἐπιτυχόντα τῇ συμβουλίᾳ ἀκυρώσαι μὲν τὸν ὑπάρχοντα νόμον, βεβαιώσαι δὲ τὸν διορθωθέντα, καὶ διὰ τοῦτο φυγεῖν τὸν τοῦ βρόχου θάνατον.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
