# Paratexta 93.1.54-101

Mullach Fpg2, Paratexta, 93.1.54 to 93.1.101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/93.1.54
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/93.1.54

τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαινόμενα οὐδὲ ἔστιν. — (53) Plato Theæt. p. 152 A : οὕκουν οὕτω πως λέγει, ὡς ὁλα μὲν ἕκαστα ἑμοὶ φαίνεται, τοιαῦτα μὲν ἔστιν ἐμοίοισ δὲ σοί, τοιαῦτα δὲ αὐ οἷ· ἀνθρώποις δὲ σύ τε κάγω; ΘΕΑΙ. Λέγει γὰρ οὕν οὕτος. ΣΩ. Εἰκὼς μέντοι σοφὸν ἄνδρα μὴ ληρете. Ἐπακολουθήσωμεν οὖν αὐτῷ. Ἄρ’ οὖν ἐνίοτε, πνέοντος ἡμῖν τοῦ αὐτοῦ, ὁ μὲν ἡμῶν βηγοί, ὁ δ’ οὔ, καὶ ὁ μὲν ἠρείμα, ὁ δὲ σφόδρα; ΘΕΑΙ. Καὶ μᾶλα. ΣΩ. Πότερον οὖν τότε αὐτὸ ἐφ’ ἑαυτῷ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν ἢ πεισόμεθα τῷ Πρωταγόρᾳ, ὅτι τῷ μὲν ψυχρὸν ψυχρὸν, τῷ δὲ μὴ οὔ; ΘΕΑΙ. Ἐοικεν. ΣΩ. Οὕκουν καὶ φαίνεται οὕτως ἑκάτερω; ΘΕΑΙ. Ναί. ΣΩ. Τὸ δὲ γε φαί-νεται αἰσθάνεσθαι ἔστιν. ΘΕΑΙ. Ἔστι γάρ. ΣΩ. Φαντασία ἄρα καὶ αἴσθησις ταυτὸν ἕν τε θερμὸς καὶ πᾶσι τοῖς τοιού-τοις. Οἷα γὰρ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἕκαστῳ καὶ κιν-δυνεύει εἶναι. ΘΕΑΙ. Ἔοικεν. ΣΩ. Αἰσθήσεις ἄρα τοῦ ὄντος αἱ ἔστι καὶ ἀψευδεῖς, ὡς ἐπιστήμη οὖσα. — (54) Diogenes Laertius lib. IX, 51 : ἐλεγὼ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησιν ἐν Θεαίτηρῳ, καὶ πάντα εἶναι ἀληθῆ. Aristoteles lib. II cap. 2 p. 997 B : οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαύται εἰσιν οἷας λέγει ὁ γεωμέτρης· οὐδὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· δι-πτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμήν ὁ κύκλος, ἀλλ’ ὡς-περ Πρωταγόρας ἐλεγεν ἐλέγχων τοὺς γεωμέτρης, οὐδ’ αἱ κι-νήσεις καὶ ἕλικες τοῦ οὐρανοῦ ὁμοίαι, περὶ ὧν ἢ ἀστρολογία ποιεῖται τοὺς λόγους, οὔτε τὰ σημεῖα τοῖς ἄστροις τὴν αὐτὴν ἔχει φύσιν. Id. Metaph. lib. III cap. 5 pag. 1009 A ed. Bek-ker. : ἔστι δ’ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος, καὶ ἀνάγκη ὁμοίως ἄμφω αὐτοῖς ἢ εἶναι ἢ μὴ εἶναι.

---

Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002492.
