Ancient Greek · ~12 min
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΩΝ.
Musonius Rufus, Dissertationum a Lucio digestarum reliquiae ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΩΝ..1
Not analysed yet
Μέρος μέντοι τρυφῆς οὐ μικρότατον κἀν τοῖς ἀφροδισίοις ἐστίν, ὅτι ποικίλων δέονται παιδικῶν οἱ τρυφῶντες οὐ νομίμων μόνον ἀλλὰ καὶ παρανόμων, οὐδὲ θηλειῶν μόνον ἀλλὰ καὶ ἀρρένων, ἄλλοτε ἄλλους θηρῶντες ἐρωμένους, καὶ τοῖς μὲν ἐν ἑτοίμῳ οὖσιν οὐκ ἀρκούμενοι, τῶν δὲ σπανίων ἐφιέμενοι, συμπλοκὰς δ’ ἀσχήμονας ζητοῦντες, ἅπερ ἅπαντα μεγάλα ἐγκλήματα ἀνθρώπου ἐστίν. χρὴ δὲ τοὺς μὴ τρυφῶντας ἢ μὴ κακοὺς μόνα μὲν ἀφροδίσια νομίζειν δίκαια τὰ ἐν γάμῳ καὶ ἐπὶ γενέσει παίδων συντελούμενα, ὅτι καὶ νόμιμά ἐστιν· τὰ δέ γε ἡδονὴν θηρώμενα ψιλὴν ἄδικα καὶ παράνομα, κἂν ἐν γάμῳ ᾖ. συμπλοκαὶ δ’ ἄλλαι αἱ μὲν κατὰ μοιχείαν παρανομώταται, καὶ μετριώτεραι τούτων οὐδὲν αἱ πρὸς ἄρρενας τοῖς ἄρρεσιν, ὅτι παρὰ φύσιν τὸ τόλμημα· ὅσαι δὲ μοιχείας ἐκτὸς συνουσίαι πρὸς θηλείας εἰσὶν ἐστερημέναι τοῦ γίνεσθαι κατὰ νόμον, καὶ αὗται πᾶσαι αἰσχραί, αἵ γε πράττονται δι’ ἀκολασίαν. ὡς μετά γε σωφροσύνης οὔτ’ ἂν ἑταίρᾳ πλησιάζειν ὑπομείνειέ τις, οὔτ’ ἂν ἐλευθέρᾳ γάμου χωρὶς οὔτε μὰ Δία θεραπαίνῃ τῇ αὑτοῦ. τὸ γὰρ μὴ νόμιμον μηδ’ εὐπρεπὲς τῶν συνουσιῶν τούτων αἶσχός τε καὶ ὄνειδος μέγα τοῖς θηρωμένοις αὐτάς· ὅθεν οὐδὲ πράττειν φανερῶς οὐδὲν ἀνέχεται τῶν τοιούτων οὐδείς, κἂν ἐπ’ ὀλίγον ἐρυθριᾶν οἷός τε ᾖ, ἐπικρυπτόμενοι δὲ καὶ λάθρᾳ οἵ γε μὴ τελέως ἀπερρωγότες ταῦτα τολμῶσιν. καίτοι τό γε πειρᾶσθαι λανθάνειν ἐφ’ οἷς πράττει τις ὁμολογοῦντος ἁμαρτάνειν ἐστί. νὴ Δία· φησίν ἀλλ’ οὐχ ὥσπερ ὁ μοιχεύων ἀδικεῖ τὸν ἄνδρα τῆς διεφθαρμένης γυναικός, οὐχ οὕτως καὶ ὁ τῇ ἑταίρᾳ συνὼν ἀδικεῖ τινὰ ἢ νὴ Δία τῇ μὴ ἐχούσῃ ἄνδρα· οὐδὲ γὰρ ἐλπίδα παίδων οὐδενὸς διαφθείρει οὗτος. ἐγὼ δ’ ἐπέχω μὲν λέγειν, ὡς πᾶς ὅστις ἁμαρτάνει καὶ ἀδικεῖ εὐθύς, εἰ καὶ μηδένα τῶν πέλας, ἀλλ’ αὑτόν γε πάντως χείρονα ἀποφαίνων καὶ ἀτιμότερον· ὁ γὰρ ἁμαρτάνων, παρ’ ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος. ἵνα οὖν ἐῶ τὴν ἀδικίαν, ἀλλ’ ἀκολασίαν γε πᾶσα ἀνάγκη πάντως προσεῖναι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς καὶ χαίροντι τῷ μολύνεσθαι, ὥσπερ αἱ ὕες· οἷος οὐχ ἥκιστά ἐστι καὶ ὁ δούλῃ ἰδίᾳ πλησιάζων, ὅπερ νομίζουσί τινες μάλιστά πως εἶναι ἀναίτιον, ἐπεὶ καὶ δεσπότης πᾶς αὐτεξούσιος εἶναι δοκεῖ ὅ τι βούλεται χρῆσθαι δούλῳ τῷ ἑαυτοῦ. πρὸς τοῦτο δὲ ἀπλοῦς μοι ὁ λόγος· εἰ γάρ τῳ δοκεῖ μὴ αἰσχρὸν μηδ’ ἄτοπον εἶναι δούλῃ δεσπότην πλησιάζειν τῇ ἑαυτοῦ, καὶ μάλιστα εἰ τύχοι οὖσα χήρα, λογισάσθω ποῖόν τι καταφαίνεται αὐτῷ, εἰ δέσποινα δούλῳ πλησιάζοι. οὐ γὰρ ἂν δόξειεν εἶναι ἀνεκτόν, οὐ μόνον εἰ κεκτημένη ἄνδρα νόμιμον ἡ γυνὴ προσοῖτο δοῦλον, ἀλλ’ εἰ καὶ ἄνανδρος οὖσα τοῦτο πράττοι; καίτοι τοὺς ἄνδρας οὐ δήπου τῶν γυναικῶν ἀξιώσει τις εἶναι χείρονας, οὐδ’ ἧττον δύνασθαι τὰς ἐπιθυμίας παιδαγωγεῖν τὰς ἑαυτῶν, τοὺς ἰσχυροτέρους τὴν γνώμην τῶν ἀσθενεστέρων, τοὺς ἄρχοντας τῶν ἀρχομένων. πολὺ γὰρ κρείττονας εἶναι προσήκει τοὺς ἄνδρας, εἴπερ καὶ προεστάναι ἀξιοῦνται τῶν γυναικῶν· ἂν μέντοι ἀκρατέστεροι φαίνωνται ὄντες. . . . καὶ κακίονες. ὅτι δ’ ἀκρασίας ἔργον καὶ οὐδενὸς ἄλλου ἐστὶ τὸ δεσπότην δούλῃ πλησιάζειν, τί δεῖ καὶ λέγειν; γνώριμον γάρ.