Ancient Greek · ~2 min
Letter 1
Musonius Rufus, Epistulae spuriae 1.2
Not analysed yet
ἡ μὲν οὖν τούτων ἀπόλυσις ἀναγκαίως πάνυ ἔοικε παρ᾽ ἡμῶν ἀπαιτεῖσθαι· πρὸς γὰρ τὸ τεταγμένως καὶ εὐσχημόνως ζῆν γεγόναμεν, τοῦ λόγου εἰς τοῦτο ἡμῖν καθάπερ ἐπισκόπου καὶ ἄρχοντος ὑπὸ τῆς φύσεως δεδομένου. ἀπολυθῆναι μέντοι ἀγνοίας καὶ ἀκρασίας οὐχ οἷόν τε ἡμᾶς ἄνευ τοῦ ἐπιτρέψαι αὐτοὺς τῇ διὰ τοῦ λόγου ἰατρείᾳ· προσελθοῦσα γὰρ αὕτη καὶ τὸ προεστηκὸς ἐν ἡμῖν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν αἰεὶ τρέπουσα τὰς μὲν μοχθηρὰς τῶν κρίσεων καὶ ἐκ τῆς διαστροφῆς ἐγκειμένας ἐπικόπτειν καὶ ἐξάγειν ἐκ τῆς ψυχῆς ἀεὶ πειρᾶται, τὰς δ᾽ ὑγιεῖς καὶ ἀκολούθους τῇ φύσει ἀντεισάγειν ἢ ἀσθενούσας ἀνακτᾶσθαι.