# Fragmenta 12

Myrsilus Methymnaeus, Fragmenta, Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/myrsilus-methymnaeus/fragmenta/12

Χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν, ὃ καλεῖται Μεσόγειον, τότε ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον, Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθιέναι παρθένον· ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δὲ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος· ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες, ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. Ἔτυχε δέ τις ἐρῶν αὐτῆς τῶν συμπλεόντων, οὐκ ἀγεννὴς, ὡς ἔοικε, νεανίας, οὗ καὶ τὸ ὄνομα διαμνημονεύουσιν Ἔναλον. Οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν, παρὰ τὸν καιρὸν ὥρμησε, καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ στρατοπέδῳ, διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς. Ὑστέρῳ δὲ χρόνῳ τὸν Ἔναλόν φασιν ἐν Λέσβῳ φανῆναι, καὶ λέγειν, ὡς ἐπὶ δελφίνων φορητοὶ διὰ θαλάττης ἐκπέσοιεν ἀβλαβῶς εἰς τὴν ἤπειρον. Ἔστι δὲ ἄλλα θειότερα τούτων, ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς, διηγεῖσθαι· πάντων δὲ πίστιν ἔργον παρασχεῖν. Κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου, καὶ τῶν ἀνθρώπων ἀπαντῆσαι δεδιότων, μόνον** θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς τὸ ἱερὸν τοῦ Ποσειδῶνος, ὧν τοῦ μεγίστου λίθον κομίζοντος, λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι· καὶ τοῦτον ἔτι καλοῦμεν.

---

MYRSILUS METHYMNAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2331.tlg003.local002/.
