# Fragmenta 13-17

Myrsilus Methymnaeus, Fragmenta, 13 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/myrsilus-methymnaeus/fragmenta/13

Φησὶ δὲ Μυρσίλος δὲ Αἰολίδα φησίν· ὥστε καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων. Θεόφραστος δὲ ἀγῶνα κάλλους φησὶ γενέσθαι παρὰ Ἠλείοις, καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς, λαμβάνειν τε τοὺς νικήσαντας ἆθλα ὅπλα· ἅπερ ἀνατίθεσθαί φησι Διονύσιος ὁ Λευκτρικὸς τῇ Ἀθηνᾷ, τὸν δὲ νικήσαντα ταινιούμενον ὑπὸ τῶν φίλων καὶ πομπεύοντα ἕως τοῦ ἱεροῦ παραγίγνεσθαι. Τὸν στέφανον δ ̓ αὐτοῖς δίδοσθαι μυρρίνης, ἱστορεῖ Μυρσίλος ἐν Ἱστορικοῖς παραδόξοις. Τοῦτοον (Νικοκλέα) ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην, Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρσίλος ὑπὸ πλήθους τῶν θεωμένων, ὡς τοῦτ ̓ ἔγνωσαν, καταπατηθῆναι.

---

MYRSILUS METHYMNAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2331.tlg003.local002/.
