# Fragmenta 4

Myrsilus Methymnaeus, Fragmenta, Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/myrsilus-methymnaeus/fragmenta/4

Τὰς δὲ Μούσας, ἃς Ἄλκανδρος (?) Διὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειάζουσι καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμενίζουσιν αὐταῖς, Μούσας οὔσας θεραπαινίδας ταύτας ἐώνηται Μεγακλὼ ἡ θυγάτηρ Μάκαρος. Ὁ δὲ Μάκαρ Λεσβίων μὲν ἐβασίλευεν, διεφέρετο δὲ ἀεὶ πρὸς τὴν γυναῖκα, ἠγανάκτει δὲ ἡ Μεγακλὼ ὑπὲρ τῆς μητρός· τί δ ̓ οὐκ ἔμελλε; καὶ Μούσας θεραπαινίδας ταύτας τοσαύτας τὸν ἀριθμὸν ὠνεῖται καὶ καλεῖ Μύσας (Μόισας̣) κατὰ τὴν διάλεκτον τὴν Αἰολέων. Ταύτας ἐδιδάξατο ᾄδειν καὶ κιθαρίζειν τὰς πράξεις τὰς παλαιὰς ἐμμελῶς. Αἱ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς ὀργῆς. Οὗ δὴ χάριν ἡ Μεγακλὼ χαριστήριον αὐταῖς ὑπὲρ τῆς μητρὸς ἀνέθηκε στήλας χαλκᾶς καὶ ἀνὰ πάντα ἐκέλευσε τιμᾶσθαι τὰ ἱερά. Καὶ αἱ μὲν Μοῦσαι τοιαίδε· ἡ δὲ ἱστορία παρὰ Μυρσίλῳ τῷ Λεσβίῳ.

---

MYRSILUS METHYMNAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2331.tlg003.local002/.
