# Testimonia 1.502.1

Nausiphanes, Testimonia, 1.502.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nausiphanes/testimonia/1.502.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nausiphanes/testimonia/1.502.1

μάλιστα δὲ ῥητορικῆς. γεγόμενος οὖν τοῦτον μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφύης φιλόσοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τὴν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἐσπευδε πολὺς τε ἔγινετο τῶν μαθημάτων κατήγορος ἐν οἷς ἐκεῖνος ἐσεμύνετο. φησὶ γοῦν ἐν τῇ Πρὸς τοὺς ἐν 5 Μυτιλήνῃ φιλοσόφους [l. φίλους] ἐπιστολῇ [fr. 114 Us.] ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητὴν με δόξειν τοῦ πλεῦμονος εἶναι μετὰ μειρακίων τινων κραιπάλωντων ἀκούσαντα’, νῦν ‘πλεῦμονα’ καλῶν τὸν Ναυσίφανον ὡς ἀναισθητον· καὶ πάλιν προβάς πολλά τε κατειπὼν τανδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκοπὴν λέγων ‘καὶ γὰρ πονηρὸς ἄνθρωπος ἦν 10 καὶ ἐπιτετδηνικῶς τοιαῦτα, ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖν’, αἰνισσόμενος τὰ μαθήματα.

---

Nausiphanes, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002504.
