# Testimonia 2.481.1

Nausiphanes, Testimonia, 2.481.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nausiphanes/testimonia/2.481.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nausiphanes/testimonia/2.481.1

πειστικόν ἐστι τὸ γινώσκειν, πόθεν ἥκει τὸ συμφέρον. ἄνευ γὰρ τῆς περὶ τούτου [π. τοῦ τέλους] πειθούς ἀχάριστοι γινόμενοι τοῖς προδιδάξαι, τῶν ἄλλως πειθόντων οὐκ ἂν πεισθείεν (οὐδενί). c. 8,2 [p. 10] τὸν φυσικὸν μόνον, τοῦτο τεθεωρηκότα, τῷ γινώσκειν ὁ βούλεται ἡ φύσις καὶ λέγειν καὶ λέγοντα τὸ πρὸς τὴν βούλησιν (ἀποδιδόνα), δυνήσεσθαι πείθειν. 22,2 [p. 16] ἄπερ ἂν εἰδῶσιν βουλομένους τε καὶ μὴ μεταμελησομένους διὰ τὸ συμφερόντως βουλεύεσθαι [nämlich οἱ ῥήτορες τοὺς πολλούς]. 23,1 [p. 17] πάντα δυνάμενου πείθειν καὶ περὶ ὧν αὐτοὶ προ-πεπεισμένοι δι’ αὐτῶν εἰσι, ληφομένου τοὺς πολλοὺς συνομολογήσαντας. Stil: 18,3 [p. 27] θαυμαστόν μὲν οὖν φυσιολόγου καὶ τὴν λαλίαν ὡς συνεστῶσαν ἄκρως κατ’ εὐοδίαν τῶν ὡμιλημένων καὶ μεταφοράς ἐπὶ τὸ ἀγνοούμενον πράγμα ἄριστα μετενηγμένην καὶ οὐ πλάσματι κενῷ καὶ νόμῳ γερονυίαν ἀλλὰ τῇ τῶν πραγ-μάτων φύσει καὶ κατὰ τὴν συνήθειαν. Logik: 33,7 [p. 46] ἐπεὶ καὶ τἀκόλουθον καὶ τὸ ὁμολογούμενον ἐν τοῖς λόγοις ἐνορᾶν καὶ τίνων ληφθέντων τί συμβαίνει, ληπτέον οὕτως ὑπὸ τὴν τῶν ὅλων διάγνωσιν, ἄλλως δ’ οὐ νομιστέον ἐγγίνεσθαι. 46,8 [p. 47] πάντα γὰρ τὰ τοιαῦτα ἀπὸ τῆς φυσικῆς καὶ μετὰ λόγου τῶν τε ἀδή-λων σταθμίσεως καὶ τῶν ὑπαρχόντων ἐπιλογιστικῆς θεωρίας ἀλίσκετ’, ἄλλως δ’ οὐδαμῶς, ὥστε καὶ ὁδῷ γίνεσθαι καὶ οὐκ ἰδίαις τινὸς ἐμπειρίας τὰ πράγμαθ’, ὡς φασιν, οὐκ εἰδότων. Unterschied von Philosophie und Rhetorik: 24,9 [p. 36] καὶ μόνον δεῖν οἴομενος τῷ σχηματίσαι διαφέρειν σχεδὸν τόν τε τοῦ σοφοῦ λόγον καὶ τὸν τοῦ πολιτικοῦ ῥήτορος, ὥσπερ δὴ ταῖς διανοίησει μὲν οὐ διαφέροντας τοὺς τὴν ἀλήθειαν κατὰ φύσιν ἐγνωκότας τῶν πολιτικῶν ῥητόρων, σχήματι δὲ μόνον λόγων, καὶ ταῦτα πρὸς οὐδένα λόγον κατεσκευασμένων. Wider-legung: τί γὰρ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγὴ δύνατ’, εἰ ταῦτό τι σημαίνει τῷ ἐνθυμήματι καὶ παραδείγματι; 26,1 [p. 38] (δεικνύ)ει χρήσιμον διαλογισμὸν ὄντα ἐκ τῶν φανερῶν ἀεὶ καὶ ὑπαρχόντων περὶ τῶν μελλόντων, καὶ τοὺς πραγματικω-τάτους ἀεὶ τῶν προεστώτων εἴτε δημοκρατίας εἴτε μοναρχίας εἰθ’ ἥς δήποτε πολιτείας τοιούτῳ τρόπῳ διαλογισμοῦ χρωμένους. Katechese und Vortrag: 43,1 [p.43] ὁ γὰρ μακρῷ λόγῳ καὶ συνειρομένῳ καλῶς χρῶμενος ἄριστα χρήσεται καὶ τῷ δι’ ἐρωτήσεως καλουμένῳ, καὶ ὁ τούτῳ κάκεινῳ· (καὶ γὰρ τὸ ἐπὶ) τοῦ συνει-ρομένου γινώσκειν, μέχρι ὅσον τοῖς ἀκούσαι γνῶριμον δεῖ ποιεῖν τὸ πίπτον ὑπὸ μίαν διάνοιαν ταῦτό τί ἐστι τῷ δύνασθαι θεωρεῖν, μέχρι ὅσον προτείνων οὐτ’ ἂν ἐλλείποι τις οὐθ’ ὑπερβαίνοι τοῦ προάξαντος τὸν ἀποκρινόμενον ἐπὶ τὴν ἰδέαν ἀγνοουμένου πράγματος. Disposition: 31,3 [p. 43] κατανενοηκὼς μόνος ἂν δύ-ναιτο κατὰ τῆλικαῦτα διαιρῶν προτεῖναι καθ’ ὅσα τὸ φῆσαι καὶ ἀποφῆσαι μὴ περὶ τῶν φανερῶν ὅππῃ εἰσίν, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ ἀδιαλήπτων, τοὺς μαν-θάνουσι προτατέον. Vgl. 30,2 [p. 42] ἀδυνατήσειν ἐν ἐκείνῳ τῷ λαλήματι δια-λέγεσθαι τὸν ὀρθῶς φυσιολογοῦντα, ὅτ(ω)ι πᾶν χρῆται κατὰ τῆλικά τινὰ διαιρ(ῶν) τὰ τοῦ λόγου καθ’ ἕκαστα μέχρι τοῦ ποιεῖν κεφαλαιώματά τινα κατὰ τοὺς τούτων ἐναργῆ ἐπιστήμην ἀπειργασμένους.

---

Nausiphanes, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002504.
