# Fragmenta 761.3-763.15

Neophron, Fragmenta, 761.3 to 763.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/neophron/fragmenta/761.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/neophron/fragmenta/761.3

ΜΗΔΕΙΑ Argum. Eur. Med.: τὸ δράμα δοκεῖ (Euripides) ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας, ὡς Δικαίαρχος τοῦ τε Ἑλλάδος βίου*) καὶ Ἀριστοτέλης ἐν ὑπομνήμασι. Laert. Diog. 2, 134: πταίουσιν οἱ λέγοντες μηδὲν αὐτὸν (Menedemum) ἀνεγνώκέναι πλὴν τῆς Μηδείας καὶ γὰρ τιν’ αὐτὸς ἤλυνον λύσιν μαθεῖν σοῦ· Πυθίαν γὰρ ὁδσαν, ἣν ἔχρησέ μοι Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ· σοὶ δ’ εἰς λόγους μολὼν ἂν ἤλιζον μαθεῖν. εἰεν· τί δράσεις, θυμέ; βούλευσαι καλῶς πρὶν ἐξαμαρτεῖν καὶ τὰ προσφιλέστατα ἔχθιστα θεόθαι. ποῖ ποτ’ ἐξῆκας τάλας; κάτισχε λῆμα καὶ σθένος θεοστυγές. καὶ πρὸς τί ταῦτα δύρομαι, ψυχὴν ἐμὴν δρῶσ᾽ ἐρημον καὶ παρημελημένην πρὸς ὧν ἔχρην ἥκιστα; μαλθακοὶ δὲ δή τοιαῦτα γιγνόμεσθα πάσχοντες κακά; οὐ μὴ προδώσεις, θυμέ, σαυτὸν ἐν κακοῖς; οἴμοι δέδοκται· παῖδες ἔκτὸς ὀμμάτων ἀπέλθε᾽· ἤδη γὰρ με φονία μέραν δέδυκε λύσσα θυμόν. ὦ χέρες χέρες, πρὸς οἷον ἔργον ἐξοπλιζόμεσθα· φεῦ τάλαινα τόλμης, ἢ πολὺν πόνον βραχεῖ διαφθεροῦσα τὸν ἐμὸν ἐρχομαι χρόνω. τέλος γὰρ αὐτὸς αἰσχίστῳ μῶρῳ φέρεις, βροχωτὸν ἄγχονην ἐπισπάσας δέρη. τοιά σε μοῖρα σῶν κακῶν ἔργων μένει, διδάξεις τ’ ἄλλους μυρίους ἐφημέρους θεῶν ὑπερθε μήποτ’ αἱρεσθαι βροτοῖς.

---

Neophron, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002507.
