Ancient Greek · ~1 min
Book 13
Nicaenetus Epic., Epigrammata 13.29
Not analysed yet
ΝΙΚΑΙΝΕΤΟΥ
„Οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ·
ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν. “
τοῦτ' ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ
μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.