# Θηριακά 1.479-523

Nicander of Colophon, Θηριακά, Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.479-1.523. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text-2/1.479

δοχμὸς ἀνακρούων θηρὸς πάτον· ἦ γὰρ ὃ δεσμοὺς
βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,
ἰθεῖαν δ’ ὢκιστος ἐπιδρομάδην στίβον ἕρπει.
Τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.
Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ’ ἔασιν
ἀσκαλάβου· τὸν μέν τ’ ἐρέει φάτις, οὕνεκ’ Ἀχαιὴ
Δημήτηρ ἔβλαψεν, ὅθ’ ἅψεα σίνατο παιδὸς
Καλλίχορον παρὰ φρεῖαρ, ὅτ’ ἐν Κελεοῖο θεράπναις
ἀρχαίη Μετάνειρα θεὴν δείδεκτο περίφρων.
Ἄλλα γε μὴν ἄβλαπτα κινώπετα βόσκεται ὕλην,
δρυμούς καί λασιῶνας ἀμορβαίους τε χαράδρας,
οὓς ἔλοπας λίβυάς τε πολυστεφέας τε μυάγρους
φράζονται, σὺν δ’ ὅσσοι ἀκοντίαι ἠδὲ μόλουροι,
ἢ ἔτι που τυφλῶπες ἀπήμαντοι φορέονται.
Τῶν μὲν ἐγὼ θρόνα πάντα καὶ ἀλθεστήρια νούσων,
φύλλα τε ῥιζοτόμον τε διείσομαι ἀνδράσιν ὤρην,
πάντα διαμπερέως καὶ ἀπηλεγὲς, οἷσιν ἀρήγων
ἀλθήσῃ νούσοιο κατασπέρχουσαν ἀνίην.
Τὰς μὲν ἔτι βλύοντι φόνῳ περιαλγέι ποίας
δρέψασθαι νεοκμῆτας (ὃ γὰρ προφερέστατον ἄλλων),
χώρῳ ἵνα κνῶπες θαλερὴν βόσκονται ἀν’ ὕλην.
Πρώτην μὲν Χείρωνος ἐπαλθέα ῥίζαν ἑλέσθαι,
Κενταύρου Κρονίδαο φερώνυμον, ἥν ποτε Χείρων
Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ·
τῆς μὲν ἀμαρακόεσσα χυτὴ περιδέδρομε χαίτη,
ἄνθεα δὲ χρύσεια φαείνεται· ἡ δ’ ὑπὲρ αἴης
ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.
Ἣν σὺ καὶ αὐαλέην, ὁτὲ δ’ ἔγχλοον ὅλμῳ ἀράξας
φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·
παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.
Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,
φύλλ’ ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·
ἄνθεα δ’ ὑσγίνῳ ἐνερεύθεται· ἡ δέ οἱ ὀδμὴ
σκίδναται ἐμβαρύθουσα· μέσον δ’ ὡς ἀχράδα καρπὸν
μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι ἢ σύ γε βάκχης·
ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,
ἄρσενι δ’ αὖ δολιχή τε καὶ ἄμ πυγόνος βάθος ἴσχει,
πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.
Τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης
ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρὼξ
δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.
Ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγὴν,
ἠέ που ἐν τρήχοντι πάγῳ ἢ ἀποσφάγι βήσσῃ,
τὴν ἤτοι μινυανθὲς, ὁ δὲ τριπέτηλον ἐνίσποι,
χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.

---

Nicander of Colophon, Θηριακά, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg001.local001/.
