# Αλεξιφάρμακα 1.1-47

Nicander of Colophon, Αλεξιφάρμακα, Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.1-1.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text/1.1

Εἰ καὶ μὴ σύγκληρα κατ’ Ἀσίδα τείχεα δῆμοι
τύρσεσιν ἐστήσαντο, τέων ἀνεδέγμεθα βλάστας,
Πρωταγόρη, δολιχὸς δὲ διάπροθι χῶρος ἐέργει,
ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις
αὐδήσαιμ’, ἅτε φῶτας ἐνιχριμφθέντα δαμάζει·
ἦ γὰρ δὴ σὺ μὲν ἄγχι πολυστροίβοιο θαλάσσης
ἄρκτον ὑπ’ ὀμφαλόεσσαν ἐνάσσαο, ἧχί τε Ῥείης
Λοβρίνης θαλάμαι τε καὶ ὀργαστήριον Ἄττεω.
αὐτὰρ ἐγὼ, τόθι παῖδες ἐυζήλοιο Κρεούσης
πιοτάτην ἐδάσαντο γεωμορίην ἠπείρου,
ἑζόμενος τριπόδεσσι παρὰ Κλαρίοις Ἑκάτοιο. —
Ἀλλ’ ἤτοι χολόεν μὲν ἰδὲ στομίοισι δυσαλθὲς
πνυθείης ἀκόνιτον, ὃ δή ῥ’ Ἀχερωίδες ὄχθαι
φύουσιν, τόθι χάσμα δυσέκδρομον Εὐβουλῆος
ἄστυρά τε Πριόλαο καταστρεφθέντα δέδουπε.
Τοῖο δὲ πάντα χαλινὰ καὶ οὐρανόεσσαν ὑπήνην
οὖλά θ’ ὑποστύφει χολόεν ποτὸν, ἀμφὶ δὲ πρώτοις
εἰλύεται στέρνοισι κακῇ ἀλάλυγγι βαρῦνον
φῶτ’ ἐπικαρδιόωντα· δύῃ δ’ ἐπιδάκνεται ἄκρον
νειαίρης ἄκλειστον ἀειρόμενον στόμα γαστρός,
τεύχεος ἣν κραδίην ἐπιδορπίου, οἱ δὲ δοχαίην
κλείουσι στομάχοιο, πύλη δ’ ἐπικέκλιται ἀρχαῖς
πρῶτα κόλων, ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαῖς·
αἰεὶ δ’ ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς·
ἡ δὲ ταρασσομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδὺς
πνεύματα, πολλὰ δ’ ἔνερθε κατὰ μέσον ὄμφαλον ἵζει·
κράατι δ’ ἐν βάρος ἐχθρὸν, ὑπὸ κροτάφοισι δὲ παλμὸς
πυκνὸς ἐπεμφέρεται, τὰ δὲ διπλόα δέρκεται ὄσσοις
οἷα χαλικραίῃ νύχιος δεδαμασμένος οἴνῃ.
ὡς δ’ ὁπότ’ ἀγριόεσσαν ὑποθλίψαντες ὀπώρην
Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοὶ
πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες
ὄθμασι δινήθησαν ἔπι, σφαλεροῖσι δὲ κώλοις
Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες,
ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ.
Τὴν μέν τε κλείουσι μυοκτόνον, ἦ γὰρ ἀνιγροὺς
παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν,
οἱ δέ τε πορδαλιαγχὲς, ἐπεὶ θήρεσσι πελώροις
πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο
Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,
πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ’ Ἀκοναίοις
δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις.
Τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος
πιμπλαμένης, ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς
μετρήδην — κοτύλη δὲ πέλοι καταμέστιος οἴνης —,
σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καύλεα θάμνου
ἢ χλοεροῦ πρασίοιο, τὸ δὴ μελίφυλλον ὑδεῦσι·

---

Nicander of Colophon, Αλεξιφάρμακα, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg002.local001/.
