# Αλεξιφάρμακα 1.133-177

Nicander of Colophon, Αλεξιφάρμακα, Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.133-1.177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text/1.133

δήποτε δ’ ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ
ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,
ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,
ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,
ἐς δ’ ἔμετον κορέσαιο, τὰ δ’ ἀθρόα νειόθι βράσσοις
ἐμμαπέως ἔτ’ ἄπεπτα πύλῃ μεμιασμένα δόρπα.
πολλάκι δ’ ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας
κλύζε, τὰ δ’ ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας·
ἄλλοτ’ ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει·
ἠὲ σύ γ’ ἀμπελόεντα γλυκεῖ ἔνι καύλεα κόψαις
χλωρὰ, νέον πετάλοισι περιβρίθοντα κολούσας·
ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις
σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης
αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν
οἵη περ μολόθουρος, ἔνισχνα δὲ καύλεα βάλλει.
καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης
Παρθενίης, τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,
Ἰμβρασίδος γαίης χιονώδεος, ἥν τε κεράστης
ἀμνὸς Χησιάδεσσι νέον σημήνατο νύμφαις
Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·
ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις·
σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους,
ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα, πολλάκι χραίνοις
ἰρινέῳ, τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.
Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθὲς
ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,
οἳ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι
δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι
ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ.
Τῷ μέν τ’ ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης,
Πράμνιον αὐτοκρηὲς, ὅπως ὑπετύψατο ληνοῦ·
ἢ νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην·
πολλάκι δ’ ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας
ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου.
τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ
εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν’ ἁλιήων
οἰωνὸν χραίνωσιν, ὃ δ’ ἐς χέρας ἔμπεσε παίδων
θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν.
καί τε σύ γ’ ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν,
ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος
σὺν πυρί. καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς·
πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ
ἀργέστας, καί ῥ’ ἣ μὲν ἀκοσμήεσσα, φιλοργὴς
δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν,
ὕλη δ’ ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει.

---

Nicander of Colophon, Αλεξιφάρμακα, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg002.local001/.
