Ancient Greek
Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.178-1.220
Nicander of Colophon, Αλεξιφάρμακα 1.178-220
Not analysed yet
ναὶ μὴν ἀτμένιόν τε κεραιόμενον λίπος οἴνῃ
ἢ χιόνι γλυκέος μίγδην πόσις ἄλγος ἐρύξει,
ἦμος ὑπὸ ζάγκλῃσι περιβρίθουσαν ὀπώρην
ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο
κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,
πεμφρηδὼν, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι
γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,
πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.
Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·
κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει
νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,
ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς
χερσὶν ἐφερπύζουσι· κακὸς δ’ ὑπὸ νείατα πνιχμὸς 190
ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·
ἄκρα δέ τοι ψύχει, περὶ δὲ φλέβες ἔνδοθι γυίων
ῥωμαλέαι στέλλονται· ὃ δ’ ἠέρα παῦρον ἀτύζει
οἷα κατηβολέων, ψυχὴ δ’ Ἀιδωνέα λεύσσει.
Τὸν μέν τ’ ἢ λίπεος κορέοις ἢ ἀμισγέος οἴνης,
ὄφρα κεν ἐξερύγῃσι κακὴν καὶ ἐπώδυνον ἄτην·
ἠὲ σύ γε κλυστῆρος ἐνεὶς ὁπλίζεο τεῦχος.
πολλάκι δ’ ἢ οἴνης ἀμιγῆ πόσιν, ἢ ἀπὸ δάφνης,
Τεμπίδος ἢ δαυχνοῖο φέροις ἐκ καύλεα κόψας,
ἢ πρώτη Φοίβοιο κατέστεφε Δελφίδα χαίτην,
ἢ πέπερι κνίδης τε μίγα σπερμεῖα λεήνας
νείμειας, τοτὲ νέκταρ ὀπῷ ἐμπευκέι χράνας·
δήποτε δ’ ἰρινέου θυέος μετρηδὸν ὀρέξαις
σίλφιά τ’ ἐνθρυφθέντα μετ’ ἀργήεντος ἐλαίου·
ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος
ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.
Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις
τοξικῷ εὖτ’ ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.
Τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη
οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει·
ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα’
πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα
ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ,
αὐτὰρ ὃ μηκάζει μανίης ὕπο μυρία φλύζων,
δηθάκι δ’ ἀχθόμενος βοάᾳ, ἅ τις ἐμπελάδην φὼς
ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθεὶς,
ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης
εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις
μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν
Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαῖωσιν ὑλαγμόν·