# Αλεξιφάρμακα 1.221-263

Nicander of Colophon, Αλεξιφάρμακα, Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.221-1.263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text/1.221

ὣς ὃ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται
ὠρυδὸν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων
θήγει λευκὸν ὀδόντα, παραφρίζει δὲ χαλινοῖς.
Τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιάξας
νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων
ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις.
ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην.
ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα
ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·
καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη
οὔρεσιν ἐνθρέφθεντα πόροις ἀπὸ σίνεα κόψας,
ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα, τοῖά περ ὧραι
εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,
ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος
κεῖνο φυτὸν Κρήτηθεν, ὃ δή ῥ’ ἐκόμισσαν ἄναυροι· 235
πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας
ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχὼ
σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων.
καί τε σύ γ’ ἢ ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων
παῦρα λίπος στάξειας ἀνοιγομένος στομάτεσσιν,
ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλὰς
ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι
ἀσφαλέως, πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.
Τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμὰς
οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας
χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει
σάρκα μελαινομένην, πικρὸς δ’ ὑποβόσκεται ὕδρης
ἰὸς, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος.
Ἢν δὲ τὸ Μηδείης Κολχηίδος ἐχθόμενον πῦρ
κεῖνό τις ἐνδέξηται, ἐφήμερον, οὗ περὶ χείλη
δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμὸς
οἷά τ’ ὀπῷ νιφόεντι κράδης ἢ τρηχέι κνίδῃ
χρῶτα μιαινομένοις ἢ καὶ σπειρώδεϊ κόρσῃ
σκίλλης, ἥ τ’ ἔκπαγλα νέην φοινίξατο σάρκα.
τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει
πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ
ῥιζόθεν ἑλκωθέντα, κακὸν δ’ ἀποήρυγε δειρῆς,
ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός,
σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει.
Ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας,
πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ,
ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης,
αὐτὰρ ὃ τοῦ κορέοιτο, καὶ ἐν στομάτεσσιν ἐρύξας.

---

Nicander of Colophon, Αλεξιφάρμακα, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg002.local001/.
