# Αλεξιφάρμακα 1.353-396

Nicander of Colophon, Αλεξιφάρμακα, Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.353-1.396. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text/1.353

πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπὸν,
ἄλλοτε δ’ αὐαλέας δὴν ἀχράδας, ἢ ἀπὸ βάκχης
ἢ ἀπὸ μυρτίνης ὁτὲ μυρτίδας οἰνάδι βάλλων.
ἢ ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο
ἀρτιγενὲς, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,
οἵη τ’ ἐξ ὑμένων νεαλὴς ὕπο οὔθατα μόσχος
βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς·
ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,
ἐς δ’ ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης
χειρὶ βιησάμενος ἠὲ πτερῷ, ἢ ἀπὸ βύβλου
στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.
Ἢν δ’ ἐνιτυρωθῇ νεαρὸν γάλα τεύχει γαστρὸς,
δὴ τότε τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.
Τῷ δ’ ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς,
δοιὰς δὲ γλυκέος, στεγανὴν δ’ ὑποσύρεο νηδύν·
ἢ ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας
σιλφίου, ἄλλοτ’ ὀποῖο, νέμοις δ’ ἐν βάμματι τήξας·
πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην
ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ’ ἀμύνει
βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·
ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,
καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες, ἠὲ μελίσσης
ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.
Ἀλλ’ ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι
ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται.
τῷ δ’ ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντος ὁμαρτῇ
αὐχέν’ ἀνακρούουσιν, ὃ δ’ ἀχθόμενος στόμα γαστρὸς
πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,
ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει,
τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·
δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε
γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.
Τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην
ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·
καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σὰρξ
θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·
ἤμυνεν καὶ χυλὸς ἅλις κύμβησι ῥοφηθεὶς,
ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης
κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·
ὧν τὰ μὲν ὠμὰ δάσαιτο, τὰ δ’ ἑφθέα, πολλὰ δὲ θάλψας
ἐν φλογιῇ· στρόμβων δὲ πολὺ πλέον, ἢ ἔτι κάλχης,
κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου
δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κήρυξ
δὴν ἔσεται τήθη τε γεραιρόμενα μνίοισι.

---

Nicander of Colophon, Αλεξιφάρμακα, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg002.local001/.
