# Αλεξιφάρμακα 1.397-440

Nicander of Colophon, Αλεξιφάρμακα, Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.397-1.440. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text/1.397

Μηδέ σέ γ’ ἐχθομένη λήθῃ πόσις — οὐ γὰρ ἄιδρις —
φαρικοῦ, ἣ γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.
Τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ·
ἤνυσε δὲ σφαλεροὺς, ὁτὲ δ’ ἄφρονας, ἐν δὲ μονήρει
ῥηιδίως ἀκτῖνι βαρὺν κατεναίρεται ἄνδρα.
Ἀλλὰ σὺ πολλάκι μὲν σταδίην εὐανθέα νάρδου
ῥιζίδα θυλακόεσσαν ὀπάζεο, τήν τε Κίλισσαι
πρηόνες ἀλδαίνουσι παρὰ πλημμυρίδα Κέστρου,
ἄλλοτε δὲ σμυρνεῖον ἐυτριβές. αἵνυσο δ’ αὐτὴν
ἴριδα λειριόεν τε κάρη, τό τ’ ἀπέστυγεν Ἀφρὼ,
οὕνεκ’ ἐριδμαίνεσκε χροῆς ὕπερ, ἐν δέ νυ θρίοις
ἀργαλέην μεσάτοισιν ὀνειδείην ἐπέλασσε
δεινὴν βρωμήεντος ἐνανθήσασα κορύνην.
πολλάκι δὲ σκύλαιο κάρη, περὶ δ’ αἴνυσο λάχνην
κέρσας εὐήκει νεόθεν ξυρῷ, ἐν δέ νυ θάλψαις
ἤια κριθάων νεοθηλέα φυλλάδα τ’ ἰσχνὴν
πηγάνου, τήν τ’ ὤκιστα βορῇ ἐπεσίνατο κάμπη,
βάμματι δ’ ἐνδεύσαιο καὶ εὖ περὶ κόρσεα πλάσσοις.
Μὴ δὲ συοσκυάμῳ τις ἀιδρήεντα κορέσκοι
νηδύν, οἷά τε πολλὰ παρασφαλέες τεύχονται,
ἠὲ νέον σπείρημα καὶ ἀμφίκρηνα κομάων
κοῦροι ἀπειπάμενοι ὀλοήν θ’ ἑρπηδόνα γυίων
ὀρθόποδες βαίνοντες ἄνευ σμυγεροῖο τιθήνης
ἠλοσύνῃ βρύκωσι κακανθήεντας ὀράμνους,
ἠὲ νέον βρωτῆρας ὑπὸ γναθμοῖσιν ὀδόντας
φαίνοντες, τότε κνηθμὸς ἐνοιδέα δάμναται οὖλα.
Τῷ δ’ ὁτὲ μὲν γλάγεος καθαρὴν πόσιν ἤλιθα* *,
ἄλλοτε βουκέραος χιληγόνου, ὅρρα κεραίας
εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει,
ἀτμενίῳ μέγ’ ὄνειαρ ὅτ’ ἐμπλώῃσιν ἐλαίῳ·
ἠὲ σύ γ’ αὐαλέον κνίδης σπόρον, ἄλλοτε δ’ αὐτὴν
νείμαις ὠμόβρωτον ἄδην ἀνὰ φυλλάδ’ ἀμέλξαι,
κίχορα, καρδαμίδας τε καὶ ἣν Πέρσειον ἔπουσιν,
ἐν δέ τε νάπειον ῥάφανόν θ’ ἅλις, ἐν δέ τε λεπτὰς
ἄμμιγα κρομμύων γηθυλλίδας· ἤρκεσε δ’ ἄτην
εὐάγλις κώδεια νέον σκορόδοιο ποθεῖσα.
Καί τε σὺ μήκωνος κεβληγόνου ὁππότε δάκρυ
πίνωσιν, πεπύθοιο καθυπνέας· ἀμφὶ γὰρ ἄκρα
γυῖα καταψύχουσι, τὰ δ’ οὐκ ἀναπίτναται ὄσσε,
ἀλλ’ αὕτως βλεφάροισιν ἀκινήεντα δέδηεν·
ἀμφὶ καὶ ὀδμήεις καμάτῳ περιλείβεται ἱδρὼς
ἀθρόος, ὠχραίνει δὲ ῥέθος, πίμπρησι δὲ χείλη,
δέσμα δ’ ἐπεγχαλάουσι γενειάδος, ἐκ δέ τε παῦρον
αὐχένος ἑλκόμενον ψυχρὸν διανίσσεται ἄσθμα·

---

Nicander of Colophon, Αλεξιφάρμακα, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg002.local001/.
