# Αλεξιφάρμακα 1.92-132

Nicander of Colophon, Αλεξιφάρμακα, Edition urn:cts:greekLit:tlg0022.tlg002.1st1K-grc1, lines 1.92-1.132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicander-of-colophon/text/1.92

καί τε σύ γ’ ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας
χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις.
πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·
ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην
θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο
κόλποις ἰκμήνειας· ὃ γάρ τ’ ἀναδέξεται ἰλύν.
καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου
σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει,
Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,
αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,
ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,
Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης.
ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη
Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.
πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς
Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·
καί τε σύ γ’ ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου
ἢ πτελέης, ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,
κόμμινά τε χλιόωντι ποτῷ ἐπαρωγέα τήξαις,
ὄφρα τὰ μέν τ’ ἐρύγῃσι, τὰ δ’ ἑψητοῖσι δαμασθεὶς
ἀλθήσῃ ὑδάτεσσιν, ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς.
καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος, ἄλλοτε δ’ οἴνης
πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.
Μὴ μὲν, κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ,
κεῖνο ποτὸν δέξαιτο, χυτῇ ἐναλίγκια πίσσῃ·
πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς
οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.
Αἳ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμὸν
τεύχουσιν, τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·
ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδὺς
ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι,
θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός ·
αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτὸς
ἄψυχος πεδάει· ὃ δ’ ἀελπέα δάμναται ἄταις,
οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου
ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.
Τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις
ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,
νηστείρης Δῃοῦς μορόεν ποτόν, ᾧ ποτε Δῃὼ
λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος
Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.

---

Nicander of Colophon, Αλεξιφάρμακα, ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0022.tlg002.local001/.
